Skip to content
Menu
ΑΡΧΙΚΗ
ΠΡΟΣΕΥΧΕΣ
ΣΥΝΤΑΓΕΣ
Προϊόντα
Games
Close Menu
Λιγότερο από 1 λεπτό
Διάρκεια άρθρου:
Λεπτά
1 Σεπτεμβρίου – Γιορτή σήμερα: Όσιος Συμεών ο Στυλίτης
ΜΕΓΕΘΥΝΣΗ ΚΕΙΜΕΝΟΥ
ΣΜΙΚΡΥΝΣΗ ΚΕΙΜΕΝΟΥ
1
Σεπ
2025
Γιορτή σήμερα:
Ἦχος δ’. Ταχὺ προκατάλαβε.Ὡς στήλην θεόγραφον τῶν ἱερῶν ἀρετῶν, τοῦ βίου σου ἔλειπες τὰς ἀναβάσεις ἡμῖν, Συμεὼν παμμακάριστε· σὺ γὰρ ἐπὶ τοῦ στύλου ὡς πυρσὸς διαλάμπων, ἕλκεις ἡμᾶς χαμόθεν πρὸς ζωὴν οὐρανίαν, τὸν τρόπον τῆς εὐδρομίας φαίνων τοῖς ἔργοις σου.
Ἦχος α’.Ὑπομονῆς στύλος γέγονας, ζηλώσας τοὺς προπάτορας Ὅσιε, τὸν Ἰὼβ ἐν τοῖς πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν Ἀσωμάτων πολιτείαν, ὑπάρχων ἐν σώματι, Συμεὼν Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β’. Αὐτόμελον.Τὰ ἄνω ζητῶν, τοῖς κάτω συναπτόμενος, καὶ ἅρμα πυρός, τὸν στύλον ἐργασάμενος, δι᾽ αὐτοῦ συνόμιλος, τῶν Ἀγγέλων γέγονας Ὅσιε, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.Τοῦ Συμεὼν τὸν ἄμεμπτον βίον, ποία γλῶσσα ἀνθρώπων ἐξαρκέσει ποτέ, πρὸς ἔπαινον ἐξηγήσασθαι; ὅμως ὑμνήσω Θεοῦ σοφία, τὰ τοῦ ἥρωος ἆθλα καὶ τοὺς ἀγῶνας, τοῦ ἐν τῇ γῇ ὡς φωστῆρος φανέντος τοῖς πᾶσι βροτοῖς, καὶ μεγάλως τῇ καρτερίᾳ τῷ χορῷ τῶν Ἀγγέλων ἐκλάμψαντος· σὺν τούτοις γὰρ ψάλλων ἀπαύστως Χριστῷ, πρεσβεύων οὐ παύει ὑπὲρ πάντων ἡμῶν.
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.Ὑπερζέσας τῇ πίστει Πάτερ σοφέ, καὶ προσκαίρων ἁπάντων ὑπεριδών, Χριστῷ ἠκολούθησας, τῇ δυνάμει τοῦ Πνεύματος, ἐγκρατείᾳ τήξας, τὸ σῶμά σου Ὅσιε, οὐρανῶν τὴν δόξαν, ἀεὶ προορώμενος· ὅθεν καὶ ἐφεῦρες, πρὸς ἀνάβασιν θείαν, τοῦ στύλου τὴν κλίμακα, τῷ σῷ πόθῳ κατάλληλον, Συμεὼν ἱερώτατε. Πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.
Το πρωτότυπο άρθρο
https://www.vimaorthodoxias.gr/vioi-agion/1-septemvrioy-giorti-simera-osios-symeon-o-stylitis-4/
ανήκει στο
ΒΗΜΑ ΟΡΘΟΔΟΞΙΑΣ News
.
«
Προηγουμενο
Συλλείτουργο Ν. Σμύρνης, Λαοδικείας και Ειρηνουπόλεως για την εορτή του Αγίου Αλεξάνδρου
»
Επομενο
Την 1η Σεπτεμβρίου εορτάζουμε την Αρχή της Ινδίκτου