Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

23 Ἀπριλίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. ιβ΄ 1-11

  1 Κατ᾿ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. 2 ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. 3 καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων· 4 ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. 5 ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. 6 Ὅτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. 7 καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων. ἀνάστα ἐν τάχει· καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. 8 εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν· περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησε δὲ οὕτω. καὶ λέγει αὐτῷ· περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. 9 καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. 10 διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾿ αὐτοῦ. 11 καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε· νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. κ΄ 19-31

    19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. 20 καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. 21 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε Πνεῦμα Ἅγιον· 23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. 24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ᾿ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. 25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. 26 Καὶ μεθ᾿ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾿ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν. 27 εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. 28 καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ Κύριός μου καὶ ὁ Θεός μου. 29 λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. 30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· 31 ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΓΕΩΡΓΙΟΣ Ο ΕΝ ΠΤΟΛΕΜΑΪΔΙ

  Ὁ Ἅγιος Γεώργιος ἦταν ἕνας φρόνιμος νέος, Κύπριος στήν καταγωγή. Ἀναχώρησε ἀπό τήν πατρίδα του καί ἔγινε ὑπηρέτης σέ ἕναν εὐρωπαῖο πρόξενο στήν Πτολεμαΐδα, ἡ ὁποία σήμερα ὀνομάζεται Ἄκρι. Ὁ ἄνθρωπος αὐτός συνήθιζε νά πηγαίνει καθημερινά σέ μία φτωχή τουρκάλα καί νά ἀγοράζει αὐγά γιά τόν ἀφέντη του. Ἡ τουρκάλα αὐτή εἶχε μία κόρη μέ τήν ὁποία συχνά συνομιλοῦσαν. Κάποιες γειτόνισσες τόν φθόνησαν, διότι δέν ἀγόραζε ἀπό αὐτές αὐγά, γι’ αὐτό συνεννοήθηκαν καί μιά μέρα ἄρχισαν νά φωνάζουν, ὅτι δῆθεν ὁ νέος αὐτός εἶπε πώς θά γινόταν μουσουλμάνος καί ὅτι θά παντρευόταν τήν νέα.

  Ἀμέσως μαζεύτηκε πλῆθος μουσουλμάνων, τόν ἄρπαξε καί τόν πῆγε στόν κριτή, διαδίδοντας τά ἴδια ψέμματα. Ὁ ἅγιος ἀπάντησε θαρρετά, ὅτι οὐδέποτε εἶπε κάτι ἀπό τά παραπάνω, ἀλλά Χριστιανός γεννήθηκε καί Χριστιανός θά πεθάνει. Τοῦ ὑποσχέθηκαν δῶρα, ἀξιώματα καί δόξα, χωρίς ὅμως κανένα ἀποτέλεσμα. Παρά τά βασανιστήρια, ὁ μάρτυς τοῦ Κυρίου δέν μεταπειθόταν. Τέλος ὁ κριτής διέταξε νά θανατωθεῖ. Διάβασαν τήν ἀπόφαση στόν μάρτυρα, ὁ ὁποῖος ἔμενε σταθερός στήν ἀπόφασή του νά παραμείνει Χριστιανός καί ἄρχισε μέ ἀνδρεἰα νά τούς ἐλέγχει. Ὕψωσε τά ἁλυσοδεμένα χέρια του κι ἀνεβόησε “Κύριε Ἰησοῦ Χριστέ, δέξαι τό πνεῦμα μου καί ἀξίωσέ με τῆς Βασιλείας Σου”. Ἀμέσως τόν σκότωσαν καί κατέκοψαν μέ τά μαχαίρια τους τό μαρτυρικό του σῶμα τό ἔτος 1752.

  Τότε συνέβει τό ἐξῆς θαυμάσιο. Ἐνῶ ἡ θάλασσα βρισκόταν σέ μεγάλη ἀπόσταση ἀπό τόν τόπο τοῦ μαρτυρίου, φούσκωσε κι ἀγρίεψε σάν θηρίο ἀνήμερο κι ἔφτασε ἔως τό λείψανο τοῦ ἁγίου, τό ξέπλυνε ἀπό τά μαρτυρικά αἵματα καί τό νερό ἔγινε κατακόκκινο, ἔφτασε μέχρι τόν τοῖχο τοῦ τζαμιοῦ τῶν ἀπίστων καί κόντευε νά τό γκρεμίσει. Κατατρομαγμένοι οἱ ὀθωμανοί πῆγαν στούς Χριστιανούς καί τούς εἶπαν νά πάρουν μέ τιμή τό ἡρωϊκό ἐκεῖνο σῶμα καί νά τό θάψουν. Μόνο μέ αὐτόν τόν τρόπο ἡσύχασε ἡ θάλασσα καί ἀφοῦ προσκύνησε ὡς δούλη τό ἅγιο λείψανο. Ἐπί τρεῖς νύχτες φαινόταν ἀπό τόν οὐρανό ἔως τόν τάφο του ἕνας στύλος φωτός, πού ἔφεγγε σέ ὅλη τήν πόλη. Σέ ἀνάμνηση αὐτοῦ τοῦ θαύματος, συνήθιζαν οἱ Χριστιανοί κάθε Παρασκευή βράδυ νά ὁδηγοῦν στόν τάφο τοῦ Μάρτυρος πλῆθος ἀσθενῶν, μέ κεριά, λαμπάδες καί θυμίαμα. Πάρα πολλοί ἔβρισκαν θεραπεία, εἰς δόξαν τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος.

Το πρωτότυπο άρθρο https://orthodoxostypos.gr/23-%E1%BC%80%CF%80%CF%81%CE%B9%CE%BB%CE%AF%CE%BF%CF%85/ ανήκει στο Ορθόδοξος Τύπος .