Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

24 Αυγούστου – Γιορτή σήμερα: Άγιος Κοσμάς ο Αιτωλός

Γιορτή σήμερα:Ἦχος α’. Τὸν ταφον σου Σωτὴρ.Τὸν μέγαν ἀθλητήν, ὀρθοδόξων τὸ κλέος, Χριστοῦ τὸν μιμητὴν καὶ διδάσκαλον θεῖον, Κοσμᾶν τὸν ἰσαπόστολον, Αἰτωλίας ἀγλάϊσμα, τὸν παιδεύσαντα τὸ δοῦλον Γένος ἐνθέως καὶ συντρέξαντα εἰς τὴν ἀνάστασιν τούτου ἐν ὕμνοις τιμήσωμεν.Ἦχος γ’. Μέγαν εὔρατο ὲν τοῖς κινδύνοις.Κόσμον ηὔγασας Πνεύματι θείῳ, κόσμον ἤνεγκας τῇ ᾿Εκκλησίᾳ, κόσμημα θεῖον, πιστῶν τὸ προπύργιον, ταῖς διδαχαῖς σὺ τὸ Γένος ἐφώτισας καί τῆς δουλείας τὰ σκότη διέλυσας, Κοσμᾶ ῞Αγιε· τῶν ᾿Αποστόλων ὁμότροπε, Χριστὸν τὸν Θεὸν ἱκέτευε κοσμῆσαι τὰς ψυχὰς τῶν ἀνυμνούντων σε.Ἦχος γ’. Μέγαν εὔρατο ὲν τοῖς κινδύνοις.Θεῖον κόσμημα ᾿Ορθοδοξίας καὶ ἀγλάϊσμα τῆς ᾿Εκκλησίας ἀνεδείχθης, Κοσμᾶ ἰσαπόστολε· διὰ πυρὸς διελθών τε καὶ ὕδατος, ἀναψυχὴν σὺ ἐκτήσω δι’ αἵματος. Εὐκοσμώτατε, διδάχων τοῦ Γένους κόσμημα, Χριστὸν τὸν Θεὸν ἱκέτευε κοσμῆσαι ἀρεταῖς καὶ τὰς ψυχὰς ἡμῶν.Ἦχος δ’. Ταχὺ προκατάλαβε.Τὴν εὔηχον σάλπιγγα Εὐαγγελίου Χριστοῦ, Προφήτην τὸν πύρινον καὶ μιμητὴν ᾿Ηλιοῦ, Κοσμᾶν τὸν ᾿Ισαπόστολον, πάντων τῶν ὀρθοδόξων ὁδηγὸν καὶ προστάτην, δήμων τῆς Αἰτωλίας καὶ τυράννου τὸ σέβας, ὕμνοις καὶ ἐγκωμίοις ἀθρόως τιμήσωμεν.Ἦχος γ’. Θείας πίστεως.Θείας πίστεως, διδασκαλία, κατεκόσμησας, τὴν Ἐκκλησία, ζηλωτὴς τῶν Ἀποστόλων γενόμενος καὶ κατασπείρας τὰ θεία διδάγματα, μαρτυρικῶς τὸν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμιν τὸ μέγα ἔλεος.Ἦχος δ’. Ἐπεφάνης σήμερον.Ὡς φωστὴρ νεόφωτος τὴν Ἐκκλησίαν, καταυγάζεις ἅπασαν, Εὐαγγελίου διδαχαῖς, Κοσμᾶ Χριστοῦ Ἰσαπόστολε· διὸ ἀξίως γεραίρει τὴν μνήμην σου.Χαίροις Ἀποστόλων ὁ μιμητής, Κοσμᾶ Θεοφόρε, εὐσεβείας ὑφηγητά, τοῦ Εὐαγγελίου ὁ θεηγόρος κῆρυξ, καὶ τῶν πιστῶν ἁπάντων, θεῖον ἀγλάϊσμα.Κόσμον φέρων θεῖον τῶν ἀρετῶν καὶ τοῦ μαρτυρίου τὸ διάδημα τὸ σεπτόν, κόσμησον εὐχαῖς σου ἀεὶ τὴν ᾿Εκκλησίαν καὶ σὺν παντὶ τῷ κόσμῳ, Κοσμᾶ μέγιστε.


Το πρωτότυπο άρθρο https://www.vimaorthodoxias.gr/vioi-agion/24-aygoystoy-giorti-simera-agios-kosmas-o-aitolos-4/ ανήκει στο ΒΗΜΑ ΟΡΘΟΔΟΞΙΑΣ News .