Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

30 Σεπτεμβρίου – Γιορτή σήμερα: Άγιος Γρηγόριος ο Ιερομάρτυρας Επίσκοπος της Μεγάλης Αρμενίας

Γιορτή σήμερα: Ἦχος γ’. Θείας πίστεως.Θείας πίστεως, τὴ γεωργία, ἐνεούργησας, βροτῶν καρδίας, κατασπείρας τὴν τοῦ Λόγου ἐπίγνωσιν, καὶ λαμπρυνθεῖς μαρτυρίου τοὶς στίγμασιν, ἱεραρχία Γρηγόριε ἔφανας. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.Ἦχος δ’.Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Γρηγόριε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.Ἦχος β’. Τοὺς ἀσφαλεῖς.Τὸν εὐκλεῆ καὶ Ἱεράρχην ἅπαντες, ὡς ἀθλητὴν τῆς ἀληθείας σήμερον, οἱ πιστοὶ θείοις ἐν ἄσμασι, καὶ ὑμνῳδίαις εὐφημήσωμεν, τὸν γρήγορον Γρηγόριον ποιμένα καὶ διδάσκαλον, τὸν ἔκλαμπρον φωστῆρα καὶ ὑπέρμαχον· Χριστῷ γὰρ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.Τοῦτον τὸν μέγαν ἐν ἀθλοφόροις, τὸν φωστῆρα τὸν θεῖον, Ἀρμενίας πιστοὶ ποιμένα τε καὶ πρόμαχον, ἐν ὑμνῳδίαις εὐφημοῦμεν, καὶ ᾄσμασιν ἐνθέοις αὐτοῦ τὴν μνήμην· τὴν γὰρ ἀχλὺν τῶν ματαίων εἰδώλων ἠφάνισε, σὺν αὐτοῖς καὶ τῶν δαιμόνων τὴν ἐνέργειαν ἐνέκρωσε· διὸ τοὺς πόνους ὑπήνεγκε, σταθερᾷ διανοίᾳ καὶ χάριτι, καὶ πρεσβεύει Χριστῷ τοῦ σωθῆναι ἡμάς.Ἦχος γ’. Θείας πίστεως.Βλέμμα γρήγορον τῆς διανοίας, Μάρτυς ἔνδοξε προκεκτημένος, ὁμωνύμως καὶ καταλλήλως διέπρεψας, ὑπὲρ Χριστοῦ τῇ ἀθλήσει στρεβλούμενος, ἐν προσευχαῖς ἀνενδότως ἠγρύπνησες ὅθεν εἴληφας, ἱεραρχικῶς δι’ αἵματος, βραβεῖον κατ’ ἄμφω παμμάκαρ Γρηγόριε.


Το πρωτότυπο άρθρο https://www.vimaorthodoxias.gr/vioi-agion/30-septemvrioy-giorti-simera-agios-grigorios-o-ieromartyras-episkopos-tis-megalis-armenias-5/ ανήκει στο ΒΗΜΑ ΟΡΘΟΔΟΞΙΑΣ News .