Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

17 Αυγούστου – Γιορτή σήμερα: Άγιος Μύρων

Γιορτή σήμερα:Ἦχος δ’. Ταχὺ προκατάλαβε.Ὡς θεῖον ἀλάβαστρον, τῶν ἱερῶν ἀρετῶν, πιστῶς Ἱεράτευσας, τὴ Ἐκκλησία Χριστοῦ, καὶ χαίρων ἐνήθλησας, ὅθεν τὴ εὐωδία, τῶν ἐν σοῖ χαρισμάτων, Μύρων Ἱερομάρτυς, τῶν παθῶν τὸ δυσῶδες, ἀπέλασαν ἀνενδότως, ἐκ τῶν ψυχῶν ἠμῶν.Ἦχος β’. Τὰ ἄνω ζητῶν.Ἐκ βρέφους Χριστόν, ποθήσας παναοίδιμε, καὶ τούτου τηρῶν, τὰ θεῖα παραγγέλματα, πρὸς αὐτὸν ἀνέδραμες, ὁλοκλήρως Μύρων καὶ κατέπαυσας, σὺν Ἀγγέλοις δοξάζων αὐτόν, αἰτούμενος πᾶσι θείαν ἄφεσιν.Τὸν ἐκ κοιλίας ἡγιασμένον ἀνυμνήσωμεν πάντες, ὡς εὐῶδες Χριστοῦ μύρον παναληθέστατον· ὄντως γὰρ τοῖς προσιοῦσιν ἐν πίστει θερμῇ, τὰς ἰάσεις παρέχει τῶν νοσημάτων· τῇ γὰρ ἀγάπῃ τοῦ Κτίστου πυρούμενος, συμπάσχει τοῖς ἐν ἀνάγκαις, καὶ λυτροῦται δεινῶν ὁ πανόλβιος, μυρίζων πάντας τῇ χάριτι, τῇ δοθείσῃ αὐτῷ ἐκ τοῦ Πνεύματος, αἰτούμενος πᾶσι θείαν ἄφεσιν.Ἦχος δ’. Ἐπεφάνης σήμερον.Μυριπνόοις ᾄσμασι, καὶ ὑμνῳδίαις, συνελθόντες στέψωμεν, τὸν ἱερόαθλον πιστοί, Μύρωνα πάντες τὸν ἔνδοξον, ῥῶσιν διδόντα, παντοίων κακώσεων.


Το πρωτότυπο άρθρο https://www.vimaorthodoxias.gr/vioi-agion/17-aygoystoy-giorti-simera-agios-myron-5/ ανήκει στο ΒΗΜΑ ΟΡΘΟΔΟΞΙΑΣ News .