Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

11 Οκτωβρίου – Γιορτή σήμερα: Άγιος Φίλιππος ο Απόστολος ένας από τους επτά Διακόνους

Γιορτή σήμερα:Ἦχος γ’. Θείας πίστεως.Θείας χάριτος, πλήρης ὑπάρχων, διηκόνησας, τὴ Ἐκκλησία, ὡς Διάκονος Τοῦ Λόγου Ἀπόστολε, θεοσημείαις δὲ θείαις χρησάμενος, τῆς Σαμαρείας τὰ πλήθη κατηύγασας. Μάκαρ Φίλιππε, Χριστὸν τὸν θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.Ἦχος γ’.Ἀπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.Ἦχος δ’, Ἐπεφάνης σήμερον.Μιμητὴς γενόμενος, τοῦ Διδασκάλου, δι’ αὐτὸν Ἀπόστολε, ταὶς τῶν Ἁγίων τῶν αὐτοῦ, χρείαις πιστῶς διηκόνησας, ὅθεν σὲ πάντες, πιστοὶ μακαρίζομεν.Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.Ἐλατὴρ τῶν δαιμόνων ἀναδειχθείς, καὶ φωστὴρ τῶν ἐν σκότει ἀποφανείς, ἔδειξας τὸν Ἥλιον, ἐκ Παρθένου ἐκλάμψαντα, καὶ ναοὺς εἰδώλων, συντρίψας ἀνήγειρας, ἐκκλησίας Μάκαρ, εἰς δόξαν Θεοῦ ἡμῶν· ὅθεν σε τιμῶμεν, καὶ τὴν θείαν σου μνήμην, πιστῶς ἑορτάζομεν, καὶ συμφώνως βοῶμέν σοι· Ὦ Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.


Το πρωτότυπο άρθρο https://www.vimaorthodoxias.gr/vioi-agion/11-oktovrioy-giorti-simera-agios-filippos-o-apostolos-enas-apo-toys-epta-diakonoys-2/ ανήκει στο ΒΗΜΑ ΟΡΘΟΔΟΞΙΑΣ News .