Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

6 Ιανουαρίου – Γιορτή σήμερα: Άγια Θεοφάνεια

Γιορτή σήμερα:Ἦχος α’.Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γάρ Γεννήτορος ἡ φωνή προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱόν ὀνομάζουσα· καί τό Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τό ἀσφαλές. Ὁ ἐπιφανείς Χριστέ ὁ Θεός, καί τόν κόσμον φωτίσας δόξα σοι.Ἦχος β’.Ὅτε τῇ ἐπιφανείᾳ σου ἐφώτισας τὰ σύμπαντα, τότε ἡ ἀλμυρὰ τῆς ἀπιστίας θάλασσα ἔφυγε, καὶ Ἰορδάνης κάτω ῥέων ἐστράφη, πρὸς οὐρανὸν ἀνυψῶν ἡμᾶς. Ἀλλὰ τῷ ὕψει τῶν θείων ἐντολῶν σου, συντήρησον Χριστὲ ὁ Θεός, πρεσβείες τῆς Θεοτόκου, καὶ σῶσον ἡμᾶς.Ἦχος δ’. Αὐτόμελον.Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καί τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνούντάς σε· Ἦλθες, ἐφάνης, τό Φῶς τὸ ἀπρόσιτον.Ἄφεσιν πηγάζων τοῖς ἐξ Ἀδάμ, ὁ τῆς ἀφθαρσίας, ἀνεξάντλητος ποταμὸς, ἐν τῷ Ἰορδάνῃ, βαπτίζεται θελήσει· ἀντλήσωμεν οὖν πάντες, ὕδωρ σωτήριον.


Το πρωτότυπο άρθρο https://www.vimaorthodoxias.gr/vioi-agion/6-ianoyarioy-giorti-simera-agia-theofaneia-5/ ανήκει στο ΒΗΜΑ ΟΡΘΟΔΟΞΙΑΣ News .