Skip to content
Menu
Άρθρα Plus
Νέα
Προτάσεις Προϊόντων
ΠΡΟΣΕΥΧΕΣ
ΣΥΝΤΑΓΕΣ
Eshop
Games
Directory
Close Menu
Λιγότερο από 1 λεπτό
Διάρκεια άρθρου:
Λεπτά
31 Ιανουαρίου – Γιορτή σήμερα: Άγιοι Κύρος και Ιωάννης οι Ανάργυροι
ΜΕΓΕΘΥΝΣΗ ΚΕΙΜΕΝΟΥ
ΣΜΙΚΡΥΝΣΗ ΚΕΙΜΕΝΟΥ
31
Ιαν
2026
Γιορτή σήμερα:
Ἦχος πλ. α’.Τά θαύματα τῶν Ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον ἡμῖν δωρησάμενος, Χριστέ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, βουλάς ἐθνῶν διασκέδασον, τῆς Βασιλείας τά σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθός καί φιλάνθρωπος.
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.Ὡς Ἀθλοφόροι εὐκλεεῖς τοῦ Σωτῆρος, καὶ ἰατῆρες τῶν ψυχῶν καὶ σωμάτων, Ἀνάργυροι ἐκλάμπετε ἐν πάσῃ τὴ γῆ, νόσων μὲν ἰώμενοι, ἀνωδύνως τὰ βάρη, χάριν δὲ πορίζαντες, τοὶς βοώαιν ἀπαύστως χαίρετε κρήναι θείων δωρεῶν, Κῦρε θεόφρον, καὶ Ἰωάννη ἔνδοξε.
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.Ἐκ τῆς θείας χάριτος, τήν δωρεάν τῶν θαυμάτων, εἰληφότες Ἅγιοι, θαυματουργεῖτε ἀπαύστως, ἅπαντα ἡμῶν τά πάθη, τῇ χειρουργίᾳ, τέμνοντες, τῇ ἀοράτῳ, Κῦρε θεόφρον, σύν τῷ θείῳ Ἰωάννῃ· ὑμεῖς γάρ θείοι ἱατροί ὑπάρχετε.Ἑαυτοὺς τῷ Θεῷ ἀναθέμενοι Ἅγιοι, πᾶσαν πεῖραν δεινῶν δι᾿ αὐτὸν ὑπεμείνατε, θανόντες προθύμως Μάρτυρες γενναῖοι, καὶ μετὰ τέλος, πᾶσι πηγάζετε τὰ θεῖα χαρίσματα, τοῖς ἐν ποικίλαις νόσοις ὑπάρχουσι, καὶ ὑπὸ πολλῶν ἐταζομένοις κακῶν, ὧν εἷς καὶ πρῶτος εἰμὶ ἐγὼ ὁ τάλας· τὸ σῶμα γὰρ καὶ τὴν ψυχὴν ὑπὸ τραυμάτων χαλεπῶν ὀδυνῶμαι, καὶ πίστει ὑμῖν βοῶ, ἰάσασθέ με· ὑμεῖς γὰρ θεῖοι ἰατροὶ ὑπάρχετε.
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.Τὰς χαμαιζήλους ἡδονὰς συμπατοῦντες, πρὸς μαρτυρίου Ἀθληταὶ θεῖον ὕψος, περιφανῶς ἐπήρθητε ἐν χάριτι, Κῦρε Ἰωάννη τε, οἰκουμένης φωστῆρες· ὅθεν ἱκετεύομεν, σκοτασμοῦ ἁμαρτίας, καὶ νοσημάτων ῥύσασθαι ἡμᾶς, τὸν ἐπὶ πάντων Θεὸν ἱκετεύοντες.
Διαβάστε επίσης:
Οσία Ματρώνα εκ Ρωσίας
Διαβάστε επίσης:
Πρόγραμμα Θείων Λειτουργιών Μαΐου 2026.
Το πρωτότυπο άρθρο
https://www.vimaorthodoxias.gr/vioi-agion/31-ianoyarioy-giorti-simera-agioi-kyros-kai-ioannis-oi-anargyroi-4/
ανήκει στο
ΒΗΜΑ ΟΡΘΟΔΟΞΙΑΣ News
.
0
Facebook
0
Twitter
0
Facebook-messenger
«
Προηγουμενο
Μητρόπολη Καστορίας: Αναβολή διανομής τροφίμων λόγω κακοκαιρίας
»
Επομενο
Γέρων Εφραίμ Σεραγιώτης: Όταν υπομένεις