Γιορτή σήμερα:Ἦχος α’.Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν, χαριζόμενον ἠμὶν καὶ τὴν Ἀνάστασιν.Ἦχος α’.Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἠμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ’ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὖς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.Σήμερον ἡ Πάναγνος Μαριάμ, τῷ Ναῷ προσάγει, ὥσπερ βρέφος τὸν Ποιητήν, ὃν ἐν ταῖς ἀγκάλαις, ὁ Πρέσβυς δεδεγμένος, Θεὸν αὐτὸν κηρύττει, κἂν σάρκα εἴληφε.Τῇ Θεοτόκῳ προσδράμωμεν, οἱ βουλόμενοι κατιδεῖν τὸν Υἱὸν αὐτῆς, πρὸς Συμεὼν ἀπαγόμενον, ὃν περ οὐρανόθεν οἱ Ἀσώματοι βλέποντες, ἐξεπλήττοντο λέγοντες· θαυμαστὰ θεωροῦμεν νυνὶ καὶ παράδοξα, ἀκατάληπτα, ἄφραστα, ὁ τὸν Ἀδὰμ δημιουργήσας βαστάζεται ὡς βρέφος, ὁ ἀχώρητος χωρεῖται ἐν ἀγκάλαις τοῦ Πρεσβύτου, ὁ ἐπὶ τῶν κόλπων ἀπεριγράπτως ὑπάρχων τοῦ Πατρὸς αὐτοῦ, ἑκὼν περιγράφεται σαρκί, οὐ Θεότητι, ὁ μόνος φιλάνθρωπος.
Το πρωτότυπο άρθρο ανήκει στο ΒΗΜΑ ΟΡΘΟΔΟΞΙΑΣ News .
Το πρωτότυπο άρθρο ανήκει στο ΒΗΜΑ ΟΡΘΟΔΟΞΙΑΣ News .
