Γιορτή σήμερα:Νόμον ἔνθεον, ἐμμελετήσας, τὴν οὐράνιον, γνῶσιν ἐκλάμπεις, τὴ Ἐκκλησία Ἱεράρχα Μελέτιε, τὴν γὰρ Τριάδα κηρύττων ὁμότιμον, αἱρετικῶν διαλύεις τᾶς φάλαγγας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.Ἦχος α’Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξε σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ Ἱεράρχα Μελέτιε, πρέσβευε Χριστῷ τῷ θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.Ἦχος β’. Τοὶς τῶν αἱμάτων σου ρείθροις.Ὀρθοδοξίας τοὶς τρόποις κοσμούμενος, τῆς Ἐκκλησίας προστάτης καὶ πρόβολος, ἐδείχθης παμμάκαρ Μελέτιε, καταπυρσεύων τὰ πέρατα δόγμασι, λαμπτὴρ Ἐκκλησίας φαεινότατε.Ἦχος πλ. β’. Τήν σωματικήν σου παρουσίανΤήν πνευματικήν σου παῤῥησίαν δεδοικώς ὁ ἀποστάτης, φεύγει Μακεδόνιος· τήν πρεσβευτικήν δέ λειτουργίαν ἐκπληροῦντές σου οἱ δούλοι, πόθῳ σοί προστρέχομεν, τῶν Ἀγγέλων ἐφάμμιλε Μελέτιε, ἡ πύρινος ῥομφαία Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἡ πάντας τούς ἀθέους κατασφάττουσα, ὑμνοῦμέν σε τόν φωστῆρα, τόν φωτίσαντα τά πάντα.
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
