Γιορτή σήμερα:Ἦχος γ’. Θείας πίστεως.Θείω Πνεύματι, συγκροτηθέντες, δῆμος ὤφθητε, τροπαιοφόρος, Ἀθλοφόροι Χριστοῦ Τεσσαράκοντα, διὰ πυρὸς γὰρ καὶ ὕδατος ἔνδοξοι, δοκιμασθέντες λαμπρῶς ἐδοξάσθητε. Ἀλλ’ αἰτήσασθε, Τριάδα τὴν ὑπερούσιον, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.Ἦχος α’.Τάς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπέρ σοῦ ἔπαθον, δυσωπήθητι, Κύριε· καί πάσας ἡμῶν τάς ὀδύνας ἴασαι, φιλάνθρωπε δεόμεθα.Ἦχος α’. Τῆς ἐρήμου πολίτης.Τοὺς γενναίους ὁπλίτας τοῦ τῶν ὅλων δεσπόζοντος, τοὺς συγκροτηθέντας ἐν πίστει, ὁμοφώνος τιμήσωμεν· Χριστῷ γὰρ στρατευθέντες εὐσεβῶς, δι’ ὕδατος διῆλθον καὶ πυρός, καὶ πρὸς θείαν εἰσέλθοντες ἀναψυχήν, προΐστανται τῶν βοώντων· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ θαυμαστώσαντι ὑμᾶς, Τεσσαράκοντα Μάρτυρες.Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.Συντεταγμένοι εὐσεβείᾳ καὶ στερρότητι μαρτυρικῶς τὸν δυσμενῆ ἐθριαμβεύσατε, Τεσσαράκοντα γενναῖοι Χριστοῦ ὁπλῖται· Ἀλλ’ ὡς σύμμορφοι ἐν ἄθλοις καὶ ἐν χάριτι, Ἐν ἀγάπῃ καὶ εἰρήνῃ συντηρήσατε τοὺς κραυγάζοντας, χαίροις ἅγιον σύνταγμα.Ἦχος πλ. β’. Τήν ὑπέρ ἡμῶν.Πάσαν στρατιὰν, τοῦ κόσμου καταλιπόντες, τῷ ἐν οὐρανοῖς Δεσπότῃ προσεκολλήθητε, Ἀθλοφόροι Κυρίου Τεσσαράκοντα, διά πυρός γάρ καί ὕδατος, διελθόντες μακάριοι, ἐπαξίως ἐκομίσασθε, δόξαν ἐκ τῶν οὐρανῶν, καί στεφάνων πληθύν.Τὸ τετραδεκάριθμον καὶ λαμπρόν, σύνταγμα τοῦ Λόγου, εὐφημήσωμεν ἐν ᾠδαῖς· κρύει καὶ πυρὶ γάρ, στερρῶς δοκιμασθέντες, ἐστέφθησαν ἀξίως, οἱ Τεσσαράκοντα.Τῷ ἐν θρόνῳ ἀστέκτῳ ἐποχουμένῳ, τῷ ἐκτείναντι τὸν οὐρανὸν καθάπερ δέρριν, τῷ τὴν γῆν ἑδράσαντι, καὶ συνάξαντι τὰ ὕδατα εἰς τὰς συναγωγὰς αὐτῶν, τῷ τὰ πάντα ἐκ μὴ ὄντων ποιήσαντι ὑπάρχειν, καὶ πᾶσι χορηγοῦντι πνοὴν καὶ ζωήν, τῷ προσδεχομένῳ τῶν Ἀρχαγγέλων τὸν ὕμνον, καὶ ὑπ’ ἀγγέλων δοξαζομένῳ, καὶ ὑπὸ πάντων προσκυνουμένῳ, Χριστῷ τῷ παντοκράτορι, τῷ Πλάστῃ καὶ Θεῷ ἡμῶν, προσπίπτω ὁ ἀνάξιος προσάγων μου τὴν δέησιν, λόγου χάριν αἰτῶν, ἵνα ἰσχύσω εὐσεβῶς ὑμνῆσαι κἀγὼ τοὺς Ἁγίους, οὓς αὐτὸς ἔδειξας νικητάς, δωρησάμενος αὐτοῖς δόξαν ἐκ τῶν οὐρανῶν, καὶ στεφάνων πληθύν.Ἦχος πλ. δ’. Τὴν Σοφίαν.Τῷ Χριστῷ στρατευθέντες μαρτυρικῶς, τὸν ἐχθρὸν καθελόντες ἀθλητικῶς, ἔργοις ἐκπληρώσαντες, τοῦ Προφήτου τὰ ῥήματα· διὰ πυρὸς γὰρ καὶ ὕδατος, γενναίως διήλθετε, ἀναψυχὴν εὑράμενοι, ζωὴν τὴν αἰώνιον· ὅθεν καὶ στεφάνους οὐρανόθεν λαβόντες, χοροῖς συνευφραίνεσθε, Ἀσωμάτων δυνάμεων, Ἀθλοφόροι πανεύφημοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
