Skip to content
Διάρκεια άρθρου: Λιγότερο από 1 λεπτό Λεπτά

16 Μαρτίου – Γιορτή σήμερα: Όσιος Χριστόδουλος ο Θαυματουργός, «Ο Εν Πάτμω»

Γιορτή σήμερα:Ἦχος α’. Τῆς ἐρήμου πολίτης.Tῆς Νικαίας τὸν γόνον καὶ τῆς Πάτμου τὸ καύχημα καὶ τῶν μοναζόντων τὸ κλέος θεοφόρον Χριστόδουλον τιμήσωμεν ἐν ὕμνοις ἀδελφοί, τὸ σκῆνος προσπτυσσόμενοι αὐτοῦ, ἵνα λάβωμεν τὴν ἴασιν τῶν ψυχῶν καὶ τῶν σωμάτων κράζοντες. Δόξα τῷ δεδοκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.Ἦχος β’.Τοῖς τῶν δακρύων σου ὄμβροις, πάτερ Χριστόδουλε, τῶν νοσημάτων ἐξαίρεις τὸν καύσωνα· διό σε πιστῶς ἱκετεύομεν, ἑπερχομένων παντοίων κακῶν ἡμᾶς λύτρωσαι, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.Ἦχος γ’. Μέγαν εὔρατο ὲν τοῖς κινδύνοις.Μέγα εὗρέ σε ἡ Πάτμος κλέος, παμμακάριστε ποιμὴν πατέρων· ὡς γὰρ διῆλθες ὁδὸν τῆς ἀσκὴσεως, τοῦ ἀκροτάτου τέλους ἐπέτυχες καὶ παρρησίας οὐδόλως διήμαρτες πάτερ, ὁσιε Χριστόδουλε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρὴσασθαι ἡμῖν τὸ μἐγα ἕλεος.Ἦχος πλ. δ’. Τῆ ὑπερμάχῳ στρατηγῷ.Τῷ ἐκ τοῦ κὀσμου τῆς δεινῆς ματαιὄτητος ταῖς διδαχαῖς σου ταῖς σεπταῖς ποίμνην ἐλάσαντι, ἀναγράφομεν οἱ παῖδἐς σου ὕμνον σοι, μάκαρ. Ἀλλ᾿ ὡς ἔχων παρρησίαν πρὸς τὸν Κύριον, ὲκ παντοίων ἡμᾶς λύτρωσαι κολάσεων, ἵνα κράζωμεν· Χαίροις, πάτερ Χριστόδουλε.Ἦχος δ’. Επεφάνης σήμερον.Τὸ σεπτόν σου λείψανον τοῦς προσκυνοῦντας σχετικῶς ἐκ πίστεως φύλαττε, πάτερ, ἀσινεῖς, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου, ὁσιε πάτερ θεόφρον Χριστόδουλε.Άγγελος ἀλλος ὤφθης ἐπὶ γῆς, θεοφόρε, βιώσας ἐγκρατῶς ὑπὲρ λόγον καὶ τοῖς ἐπουρανίοις χοροῖς συνηρίθμησαι τανῦν, τρισμακάριστε· διὸ ἀνυνοῦντες βοῷμέν σοι θερμῶς τοιαῦτα·
Χαίροις ἀστὴρ τῆς ἐῴας ἑκλάμψας.
Χαίροις φωστὴρ τους ὲν Πάτμῳ αὐγάσας.
Χαῖρε τῶν ἑν βάθει παθῶν ἡ ἀνάκλησις.
Χαῖρε τῶν ἐν ζόφῳ κακίας ἡ λύτρωσις
Χαῖρε ἐλκών πρὸς μετάνοιαν ταῖς τῶν λόγων διδαχαῖς.
Χαῖρε ἄγων πρὸς ἀπάθειαν ταῖς τοῦ βίου ἀγωγαῖς.
Χαῖρε, ὅτι ὑπάρχεις όδηγὸς μοναζόντων.
Χαῖρε, ὅτι τυγχάνεις ἰατρὸς ἀσθενούντων.
Χαῖρε σωτὴρ ἀνθρώπων θερμὸτατε.
Χαῖρε φωστὴρ σῶν, παίδων λαμπρότατε.
Χαῖρε, δι οῦ ό Θεὸς ὲδοξάσθη.
Χαῖρε, δι᾿ οὗ ό ἐχθρὸς κατησχύνθη.
Χαίροις, πάτερ Χριστόδὁυλε.