Γιορτή σήμεραἮχος πλ. δ’.Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθής, ἵνα μῄ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.Να, ὁ Νυμφίος ἔρχεται στὸ μέσο τῆς νύχτας, κι εὐτυχισμένος θὰ εἶναι ὁ δοῦλος ποὺ θὰ τὸν βρεῖ (ὁ Νυμφίος) ξάγρυπνο νὰ τὸν περιμένει· ἀνάξιος ὅμως πάλι θὰ εἶναι ἐκεῖνος, ποὺ θὰ τὸν βρεῖ ράθυμο καὶ ἀπροετοίμαστο. Βλέπε, λοιπόν, ψυχή μου νὰ μὴ βυθιστεῖς στὸν πνευματικὸ ὕπνο, γιὰ νὰ μὴν παραδοθεῖς στὸ θάνατο (τῆς ἁμαρτίας) καὶ νὰ μείνεις ἔξω τῆς βασιλείας τοῦ Θεοῦ. Ἀλλὰ ἀνάνηψε κράζοντας· Ἅγιος, ἅγιος, ἅγιος εἶσαι ἐσὺ ὁ Θεὸς· σῶσε μας διὰ τῆς προστασίας τῶν ἐπουρανίων ἀσωμάτων δυνάμεων (τῶν Ἀγγέλων).Ἦχος δ’. Ὁ ὑψωθεὶς.Ὑπὲρ τὴν Πόρνην Ἀγαθὲ ἀνομήσας, δακρύων ὄμβρους οὐδαμῶς σοι προσῆξα, ἀλλὰ σιγῇ δεόμενος προσπίπτω σοι, πόθῳ ἀσπαζόμενος, τοὺς ἀχράντους σου πόδας, ὅπως μοι τὴν ἄφεσιν, ὡς Δεσπότης παράσχῃς, τῶν ὀφλημάτων κράζοντι Σωτήρ. Ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με.Ἀγαθὲ Κύριε, ἂν καὶ ἁμάρτησα πιὸ πολὺ ἀπὸ τὴν πόρνη ὅμως δέ σοῦ πρόσφερα (ὅπως ἐκείνη) βροχὴ δακρύων μετανοίας· ἀλλὰ πέφτω στὰ πόδια σου, σιωπηλὰ δεόμενος καὶ ἀσπαζόμενος τὰ ὁλοκάθαρα πόδια σου, νὰ μοῦ χορηγήσεις συγχώρηση τῶν πταισμάτων μου, κράζοντας Σωτῆρα μου: Λύτρωσέ με ἀπὸ τὸν ἠθικὸ βόρβορο τῶν ἁμαρτημάτων μου καὶ σῶσε με.Ἡ πρῴην ἄσωτος Γυνή, ἐξαίφνης σώφρων ὤφθη, μισήσασα τὰ ἔργα, τῆς αἰσχρᾶς ἁμαρτίας, καὶ ἡδονὰς τοῦ σώματος, διενθυμουμένη τὴν αἰσχύνην τὴν πολλήν, καὶ κρίσιν τῆς κολάσεως, ἣν ὑποστῶσι πόρνοι καὶ ἄσωτοι, ὧν περ πρῶτος πέλω, καὶ πτοοῦμαι, ἀλλ’ ἐμμένω τῇ φαύλῃ συνηθείᾳ ὁ ἄφρων, ἡ Πόρνη δὲ γυνή, καὶ πτοηθεῖσα, καὶ σπουδάσασα ταχύ, ἦλθε βοῶσα πρὸς τὸν Λυτρωτήν· Φιλάνθρωπε καὶ οἰκτίρμον, ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με.Ἦχος γ’. Τὴν ὡραιότητα.Πόρνη προσῆλθέ σοι, μύρα σὺν δάκρυσι, κατακενοῦσά σου ποσὶ Φιλάνθρωπε, καὶ δυσωδίας τῶν κακῶν, λυτροῦται τῇ κελεύσει σου, πνέων δὲ τὴν χάριν σου, μαθητής ὁ ἀχάριστος, ταύτην ἀποβάλλεται, καὶ βορβόρῳ συμφύρεται, φιλαργυρίᾳ ἀπεμπολῶν σε. Δόξα Χριστὲ τῇ εὐσπλαγχνίᾳ σου.Μιὰ πόρνη γυναίκα σὲ πλησίασε, φιλάνθρωπε Κύριε, καὶ ἄδειασε στὰ πόδια σου ἀρώματα ἀνακατεμένα μὲ δάκρυα. Καὶ τὴ στιγμὴ ἐκείνη λυτρώθηκε μὲ τὸ πρόσταγμά σου ἀπὸ τὴ δυσωδία τῶν ἁμαρτημάτων της. Ἀντίθετα ὁ Ἰούδας, ὁ ἀχάριστος μαθητής, ἂν καὶ ἀνέπνεε τὴν εὐωδία της χάριτός σου, ἀπέβαλε αὐτὴ καὶ ἀναμίχτηκε μὲ τὴν ἀναθυμίαση τοῦ βορβόρου τῆς ἁμαρτίας, πουλώντας σε ἀπὸ φιλαργυρία. Δόξα, Χριστέ, στὴν εὐσπλαχνία σου!Ἦχος δ’. Ταχὺ προκατάλαβε.Ἰούδας ὁ δόλιος, φιλαργυρίας ἐρῶν, προδοῦναί σε Κύριε, τὸν θησαυρὸν τῆς ζωῆς, δολίως ἐμελέτησεν. Ὅθεν καὶ παροινήσας, τρέχει πρὸς Ἰουδαίους, λέγει τοῖς παρανόμοις. Τί μοι θέλετε δοῦναι, κᾀγὼ παραδώσω ὑμῖν, εἰς τὸ σταυρῶσαι αὐτόν;Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.Ἡ Πόρνη ἐν κλαυθμῷ, ἀνεβόα οἰκτίρμον, ἐκμάσσουσα θερμῶς, τοὺς ἀχράντους σου πόδας, θριξὶ τῆς κεφαλῆς αὐτῆς, καὶ ἐκ βάθους στενάζουσα. Μὴ ἀπώσῃ με, μηδὲ βδελύξῃ Θεέ μου, ἀλλὰ δέξαι με, μετανοοῦσαν, καὶ σῶσον, ὡς μόνος φιλάνθρωπος.
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
