Γιορτή σήμερα:Η Οσία Ελισάβετ καταγόταν από την Ηράκλεια της Θράκης και έζησε τον 5ο αιώνα μ.Χ.Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.Μητρικῶν ἐκ λαγόνων Χριστὸν ἠγάπησας, ὥσπερ βλαστὸς Ἐλισάβετ δικαιοσύνης τερπνός, καὶ τοὶς ἴχνεσιν αὐτοῦ ἀκολουθήσασα, τῶν αἰωνίων ἀγαθῶν, γεωργεῖς τᾶς ἀπαρχᾶς, ἀμέμπτω σου πολιτεία, θαυματουργοῦσα θεόφρον, πρὸς σωτηρίαν τῶν ψυχῶν ἠμῶν.Ἦχος πλ. δ’.Ἐν σοί Μῆτερ ἀκριβῶς διεσώθη τό κατ᾽ εἰκόνα· λαβοῦσα γάρ τόν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καί πράττουσα ἐδίδασκες, ὑπερορᾷν μέν σαρκός, παρέρχεται γάρ· ἐπιμελεῖσθαι δέ ψυχῆς, πράγματος ἀθανάτoυ· διό καί μετά Ἀγγέλων συναγάλλεται, Ὁσία Ἐλισάβετ τό πνεῦμά σου.Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς τῆς φύσεως.Ὡς παρθενίας τέμενος, καὶ ἀρετῶν θησαύρισμα, τὴν τῶν θαυμάτων βλυσταίνεις χρηστότητα, ὥσπερ πηγὴ ἀκένωτος, καὶ ψυχῶν καὶ σωμάτων, Ἐλισάβετ καθαίρεις τὰ ἀρρωστήματα, τῶν εὐλαβῶς ψαλλόντων, τῷ Κτίσαντι· Ἀλληλούϊα.Ὡς ἐπαγγελίας δῶρον σεμνόν, τῶν ἐπηγγελμένων, κατηξίωσαι ἀγαθῶν, βίῳ καταλλήλῳ, Ὁσία Ἐλισάβετ, ὧν καὶ ἡμᾶς λιταῖς σου, Μῆτερ ἀξίωσον.Ἦχος πλ. γ’. Θείας πίστεως.Πόνους ἤνεγκας, τῆς ἐγκρατείας, χάριν εἴληφας, τῆς ἀπαθείας, καὶ ἰαμάτων Ἐλισάβετ θεόπνευστε, τοῦ θεραπεύειν παντοῖα νοσήματα, καὶ ἀπελαύνειν δαιμόνων ἐνέργειαν· Ἀξιάγαστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
