Γιορτή σήμερα:Ἦχος α’. Χορὸς Ἀγγελικός.Χριστοῦ σε συγγενῆ, Συμεὼν Ἱεράρχα, καὶ Μάρτυρα στεῤῥόν, ἱερῶς εὐφημοῦμεν, τὴν πλάνην ὀλέσαντα, καὶ τὴν πίστιν τηρήσαντα· ὅθεν σήμερον, τήν παναγίαν σου μνήμην, ἑορτάζοντες, ἁμαρτημάτων τὴν λύσιν, εὐχαῖς σου λαμβάνομεν.Ἦχος β’. Τὰ ἄνω ζητῶν.Τῆς ἄνω Σιών, πολίτης γενόμενος, τῆς κάτω Σιών, τὸν θρόνον ἐγκεχείρισαι· καὶ καλῶς τό ποίμνιον, ὁδηγήσας πρὸς μάνδραν οὐράνιον, ἐσταυρώθης Χριστῷ Συμεών, τό θεῖον πάθος αὐτοῦ μιμησάμενος.Ἦχος δ’. Ἐπεφάνης σήμερον.Ὡς ἀστέρα μέγιστον ἡ Ἐκκλησία, κεκτημένη σήμερον, τὸν θεηγόρον Συμεών, φωταγωγεῖται κραυγάζουσα· χαίροις Μαρτύρων σεπτὸν ἀκροθίνιον.Συγγενὴς ὑπάρχων ὦ Συμεών, τοῦ μέχρι καὶ δούλου, κενωθέντος ὑπὲρ ἡμῶν, σύμμορφος καὶ μάρτυς, παθῶν αὐτοῦ έδείχθης, παγεὶς ὡς ὁ Δεσπότης, Σταυρῷ μακάριε.
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
