Eις τον Iάσωνα.Ζωῆς Ἰάσων λαμβάνει φθαρτῆς πέρας,
Ἀλλ’ εὗρεν ἄλλην μὴ πέρας κεκτημένην.Θανέντι δόξαν σοῦ προσώπου δεικνύεις
Σῷ Σωσιπάτρῳ, τοῦ Θεοῦ Λόγου, Πάτερ.Ἦχος δ’. Ταχὺ προκατάλαβε.Δυὰς ἡ ὁμότροπος, τῶν Ἀποστόλων Χριστοῦ, Ἰάσων ὁ ἔνδοξος, Σωσίπατρος ὁ κλεινός, συμφώνως τιμάσθωσαν οὗτοι γὰρ δεδειγμένοι, τὸν τῆς χάριτος λόγον, ηὔγασαν ἐν Κερκύρᾳ, εὐσεβείας τὸ φέγγος, πρεσβεύοντες τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἠμῶν.Ἦχος γ’.Ἀπόστολοι ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.Ἦχος β’. Χειρόγραφον εἰκόνα.Τοῖς δόγμασι τοῦ Παύλου καταυγασθέντες, γεγόνατε φωστῆρες τῆς οἰκουμένης, τρισμακάριοι· καταυγάζετε γὰρ ἀεί κόσμον θαύμασιν, Ἰάσον, ἡ πηγή τῶν ἱαμάτων, Σωσίπατρε, Χριστοῦ Μαρτύρων κλέος, Ἀπόστολοι θεοφόροι, προστάται τῶν ἐν ἀνάγκαις, καθικετεύσατε Θεῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.Χαίροις Ἀποστόλων ἡ ξυνωρίς, τῆς σεπτῆς Τριάδος, δημηγόροι καὶ ὑπουργοί, σὺν τῷ Σωσιπάτρῳ, Ἰάσων θεοφόρε· ὑμεῖς γὰρ ἀληθείας, ὤφθητε στόματα.Ἀπόστολοι θεηγόροι, καὶ κήρυκες εὐσεβείας, διδάσκαλοι καὶ προστάται εὐσεβούντων ἀεισέβαστοι, παρεστηκότες Θεῷ, καὶ φωτὸς θείου πληρούμενοι, καὶ στεφάνοις ἐγκοσμούμενοι, φωτίσατε ἡμᾶς δεόμεθα, γεραίρειν τὴν ὑμῶν πανέορτον πανήγυριν, ἐν εὐφήμοις ὑμνῳδίαις εὐσεβῶς· πάντες γὰρ ἐσμεν ποίμνιον ὑμῶν, λυτρωθέντες τῆς πλάνης ἐν χάριτι, ἀλλ’ ὡς ὄντες σωτῆρες τῶν πιστῶν, σπεύσατε πρὸς τὸν Κτίστην, πρεσβεύειν παρρησίᾳ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.Ἰάσονα πιστοί, καὶ Σωσίπατρον ὕμνοις, ὡς μύστας ἱερούς, τῆς Ἁγίας Τριάδος, καὶ κήρυκας τῆς Πίστεως, ἐπαξίως τιμήσωμεν, ὅπως λάβωμεν, ταῖς παρακλήσεσι τούτων, πάντες ἔλεος, καὶ χάριν εὕρωμεν θείαν, εἰς εὔκαιρον βοήθειαν.
Το πρωτότυπο άρθρο ανήκει στο Ενωμένη Ρωμηοσύνη .
