Γιορτή σήμερα:Ἦχος πλ. δ’.Ἀπόστολε ἅγιε Ἰάκωβε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.Ἦχος γ’. Θείας πίστεως.Γόνος ἅγιος, βροντῆς ὑπάρχων, κατεβρόντησας, τὴ οἰκουμένη, τὴν τοῦ Σωτῆρος Ἰάκωβε κένωσιν, καὶ τὸ ποτήριον τούτου ἐξέπιες, μαρτυρικῶς ἐναθλήσας Ἀπόστολε, ὅθεν πάντοτε, ἐξαίτει τοὶς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.Ἦχος β’. Τά ἄνω ζητῶν.Φωνῆς θεϊκῆς, ἀκούσας προσκαλούσης σε, ἀγάπην πατρός, παρεῖδες καὶ προσέδραμες, τῷ Χριστῷ Ἰάκωβε, μετά καί τοῦ συγγόνου σου ἔνδοξε, μεθ᾽ οὗ καὶ ἠξιώθης ἰδεῖν, Κυρίου τήν θείαν Μεταμόρφωσιν.Ἡ τῶν ἀπορρήτων θεία βροντή, ὁ ἐν Θαβωρίῳ, ἐπακούσας φωνῆς Πατρός, καὶ βροντοφωνήσας, ἡμῖν τὴν σωτηρίαν, Ἰάκωβος ὁ μύστης, Χριστοῦ ὑμνείσθω μοι.Ὡς ἁλιεὺς λογικῶν ἰχθύων, τῷ δικτύῳ Τρισμάκαρ τῶν σεπτῶν εὐχῶν βυθοῦ πταισμάτων ἀνάγαγε τὴν ταπεινήν μου ψυχήν, τὴν πάλαι ὑφ’ ἡδονῶν θηρευθεῖσαν τῶν τοῦ βίου ἵνα ἀκλινῶς διελθὼν τὸν ὑπόλοιπον χρόνον μου, ὑμνήσω τὸ ὄνομά σου, καὶ δοξάσω τὸν βίον τὸν ἄμεμπτον, ὃν ἐκτελέσας ἐπὶ τῆς γῆς, ἠξιώθης ἐπ’ ὄρους θεάσασθαι, Κυρίου τὴν θείαν Μεταμόρφωσιν.Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.Χριστῷ μαθητευθείς, καὶ πιὼν τὸ ἐκείνου, ποτήριον σοφέ, ὥσπερ ἔφη σοι μάκαρ, μαχαίρᾳ Ἰάκωβε, ἀπεκτάνθης Ἀπόστολε· ὅθεν ἅπασα, ἡ Ἐκκλησία χορεύει, ἑορτάζουσα, τὴν παναγίαν σου μνήμην, ἐν ᾗ εὐφημοῦμέν σε.
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
