2 Μαΐου 2026Καὶ νεκρὸν ἐξόριστον ἐκπέμπουσί σε;Δευτερίῃ νέκυς Ἀθανασίου ἐξέδυ τύμβου.Ἦχος γ’. Θείας πίστεως.Στύλος γέγονας ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε· τῷ γὰρ Πατρὶ τὸν Ὑιόν ὁμοούσιον, ἀνακηρύξας κατᾑσχυνας Ἄρείον· Πάτερ Ὅσιε, Χριστόν τὸν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τό μέγα ἔλεος.Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.Ὀρθοδοξίας φυτεύσας τὰ δόγματα, κακοδοξίας ἀκάνθας ἐξέτεμες, καὶ τὸν τῆς πίστεως σπόρον ἐπλήθυνας, τῇ ἐπομβρία τοῦ Πνεύματος ὅσιε· διό εὐφημοῦμεν τὴν μνήμην σου.
ΟΡΘΟΔΟΞΟΣ ΣΥΝΑΞΑΡΙΣΤΗΣ