18 Μαΐου 2026Ὑπὲρ τὸ ζῆν εἵλοντο θανεῖν ἐμφρόνως.Bληθείς ο Πέτρος των τροχαντήρων μέσον,Ζωής παρήκε τους τροχούς της αστάτου.Tρεις συντρίβουσι πίστεως στερρούς λίθους,Παύλον Διονύσιον Aνδρέαν λίθοις.Eίς άθλος Hράκλειε σος προς το ξίφος,Άθλους καλύπτει τους όλους Hρακλέους.Oρών με Bενέδιμε τον σον Παυλίνον,Tμηθέντα συντμήθητι φησί Παυλίνος.Xριστώ παρέστης ηγλαϊσμένη όλη,Aίμασι τοις σοις παρθενική Xριστίνα.Ἦχος δ’. Ὃ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.Τῶν ἀθλοφόρων τὸν ὀκτάριθμον δῆμον, μαρτυρικοὶς ἐγκωμιάσωμεν ὕμνοις, Παυλῖνον Διονύσιον καὶ Πέτρον ὁμοῦ, Ἀνδρέαν καὶ Βενέδιμον, τὸν θεόφρονα Παῦλον, Ἡράκλειον τὸν ἔνδοξον, καὶ Χριστίναν τὴν θείαν οὗτοι καὶ γὰρ πρεσβεύουσιν ἀεί, ὑπὲρ τοῦ κόσμου. Χριστῷ τῷ θεῷ ἠμῶν.Ἦχος δ’. Ἐπεφάνης σήμερον.Διαφόρων πόλεων ἐξωρμημένοι, οὐρανίου πόλεως, πολῖται ὢφθητε σεπτοί, χορόν λαμπρόν συγκροτήσαντες Μάρτυρες θεῖοι, Τριάδος ὑπέρμαχοι.
ΟΡΘΟΔΟΞΟΣ ΣΥΝΑΞΑΡΙΣΤΗΣ