Γιορτή σήμερα:Ἦχος δ’. Ταχὺ προκατάλαβε.Θεῷ ἀναθεμένος, τὴν σὴν ζωὴν ἐκ παιδός, ποιμὴν ἀνηγόρευσαι, καὶ Ἱεράρχης σεπτός, Χριστοῦ ἱερώτατε· ὅθεν τὴν τοῦ Δεσπότου, ὡς τιμήσας Εἰκόνα, θλίψεις ἐν ἐξορίαις, Μιχαὴλ καθυπέστης· καὶ νῦν ἀναπηγάζεις ἡμῖν, ῥεῖθρα ἰάσεων.Ἦχος δ’. Ἐπεφάνης σήμερον.Ὥσπερ μέγας ἤλιος, ἐξανατείλας, καταυγάζεις ἅπαντας, τῶν ἀρετῶν σου τῷ φωτί, καὶ τῶν θαυμάτων ταῖς λάμψεσι, θαυματοφόρε, Ἀγγέλων ὁμώνυμε.Κλῆσιν ἀγγελώνυμον ἐσχηκώς, ἰσάγγελος ὤφθης, ἐν τῷ κόσμῳ μετὰ σαρκός, ὡς ἱερομύστης, καὶ στῦλος Ἐκκλησίας· ἔνθεν ὦ Μιχαήλ σε, Χριστὸς ἐδόξασε.Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.Ἱέρευσας σαυτόν, διὰ βίου τελείου, καὶ ὤφθης Ἱερεύς, τοῦ Θεοῦ τοῦ Ὑψίστου, παρ’ οὗ δυναμούμενος, αἱρετίζοντα στόματα, ἀπεφίμωσας, κατὰ Χριστοῦ τῆς εἰκόνος, ἀνοιγόμενα, καὶ διωκόμενος Πάτερ, τὸν δρόμον τετέλεκας.
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
