Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

Όσιος Συμεών ο Θαυμαστορείτης

Θαυμαστὸν ᾤκει πρὶν Συμεὼν γῆς ὄρος,
Πόλου δὲ πανθαύμαστον οἰκεῖ νῦν ὄρος.
Εἰκάδι ἔνθα νόες Συμεὼν μόλεν ἀμφὶ τετάρτῃ.Ἦχος α’. Τοῦ λίθου σφαγισθέντοςΤῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν Συμεών· νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.Ἦχος α’. Τῆς ἐρήμου πολίτης.Ὡς ἀείφωτος λύχνος δωρεῶν τῆς ἀσκήσεως, ἐν τῷ Θαυμαστῷ Πάτερ Ὄρει, διαπρέψας ἀνέλαμψας, καὶ κλίμακα ἐκ γῆς, πρὸς οὐρανὸν, τὸν στῦλόν σου ὑπέθου ἀληθῶς, Συμεὼν θαυματοφόρε τοῖς εὐσεβῶς, προστρέχουσι τῇ Μάνδρᾳ σου. Δόξα τῷ δεδωκότι σου ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.Ἦχος α’.Ὑπομονῆς στῦλος γέγονας, ζηλώσας τοὺς προπάτορας Ὅσιε, τὸν Ἰὼβ ἐν τοῖς πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν ἀσωμάτων πολιτείαν ὑπάρχων ἐν σώματι, Συμεὼν Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.Ἦχος β’. Τὰ ἄνω ζητῶν.Τὰ ἄνω ποθῶν, τῶν κάτω μεθιστάμενος, καὶ ἄλλον οὐρανόν, τὸν στύλον τεκτηνάμενος, δι᾽ αὐτοῦ ἀπήστραψας, τῶν θαυμάτων τὴν αἴγλην Ὅσιε, καὶ Χριστῷ τῷ πάντων Θεῷ, πρεσβεύεις ἀπαύστως ὑπέρ πάντων ἡμῶν.Ὄρος κατοικήσας τὸ Θαυμαστόν, τὸν ἐξ αἰωνίων, ἀπαυγάζοντα θαυμαστῶς, ὀρέων Δεσπότην, δόξασας θείοις πόνοις, λαμπρῶς ἐθαυμαστώθης, Συμεὼν Ὅσιε.Ἦχος α’. Τὸν τάφον Σου Σωτὴρ.Ἐν πέτρᾳ ῥιζωθείς, τῶν Χριστοῦ θελημάτων, ὡράθης ἐπὶ γῆς, ἐγειρόμενος στῦλος, στηρίζων ἐπιδείξεσιν, ἰαμάτων τὰ πέρατα· ὅθεν πίστει σου, ἐπιτελοῦντες τήν μνήμην, φωτιζόμεθα, ἀναβοῶντές σοι Πάτερ· Πρεσβείαις σου σῷζε ἡμᾶς.

Το πρωτότυπο άρθρο https://enromiosini.gr/biografies/23osios-symeon-o-thaymastoreitis/ ανήκει στο Ενωμένη Ρωμηοσύνη .