Γιορτή σήμερα:~ Η Σύλληψις (23 Σεπτεμβρίου)
~ Το γενέσιον (24 Ιουνίου)
~ Η Σύναξις (7 Ιανουαρίου)
~ Η Αποτομή της κεφαλής (29 Αυγούστου)
~ Η Α’ και Β’ Εύρεσις της κεφαλής (24 Φεβρουαρίου)
~ Η Γ’ Εύρεσις της κεφαλής (25 Μαΐου)Ἦχος δ’. Ταχύ προκατάλαβε.Ὡς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῇ, Χριστὸς ἀπεκάλυψε, τὴν Κεφαλήν σου ἡμῖν, Προφῆτα καὶ Πρόδρομε, πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτῃ εὒρέσει, ᾄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σώζοντα ἡμᾶς ἐκ φθορᾶς ταῖς ἱκεσίαις σου.Ἦχος β’. Τὰ ἄνω ζητῶν.Προφῆτα Θεοῦ, καὶ Πρόδρομε τῆς χάριτος, τὴν Κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον, ἐκ τῆς γῆς εὐράμενοι, τὰς ἰάσεις πάντοτε λαμβάνομεν· καὶ γὰρ πάλιν ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν.Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.Ὡς οὐρανίων δωρεῶν πηγὴ θεόβρυτος τῇ Ἐκκλησίᾳ ἐκ βυθοῦ τῆς γῆς ἀνέλαμψε ἡ ἁγία Κεφαλή σου Χριστοῦ Προφῆτα ἦς τὴν τρίτην ἑορτάζοντες φανέρωσιν ἀνυμνοῦμεν τῶν θαυμάτων σου τὸ μέγεθος καὶ βοῶμέν σοι, χαῖρε Λόγου ὁ Πρόδρομος.Τρίτην τῆς παντίμου σου Κεφαλῆς, μνείαν ἐκτελοῦμεν, ἣν ἐδόξασεν ἡ Τριάς, Βαπτιστὰ Κυρίου· ἐκ γῆς γὰρ τρίτως ὤφθη, μετανοεῖτε πᾶσιν, ἀνακραυγάζουσα.
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
