Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

28 Μαΐου – Γιορτή σήμερα: Άγιος Ευτυχής Επίσκοπος Μελιτηνής

Γιορτή σήμερα – 28 Μαΐου: Άγιος Ευτυχής Επίσκοπος ΜελιτηνήςἮχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.Ὡς εὐτυχήσας ἀρετῶν ταῖς ἰδέαις, τῆς τῶν Μαρτύρων εὐκληρίας μετέσχες, Ἱερομάρτυς ἔνδοξε παμμάκαρ Εὐτυχές· σὺ γὰρ τῷ Θεῷ ἡμῶν, καθαρῶς ὑπουργήσας, αἵμασιν ἐφοίνιξας, τὴν ἁγίαν στολήν σου· μεθ’ ἧς Χριστῷ καὶ νῦν ἱερουργῶν, ἀεὶ δυσώπει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.Ἦχος δ’.Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Εὐτύχιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.Ἦχος β’. Τοῖς αἱμάτων σου.Τῆς Ἐκκλησίας στερρῶς προϊστάμενος, ὑπὲρ αὐτῆς τὴν ψυχὴν Πάτερ τέθεικας· ἣν νῦν ἀπαρέγκλιτον φύλαττε, τῆς εὐσεβείας τοῖς δόγμασιν Ὅσιε· αὐτῆς γὰρ Εὐτυχὲς ἑδραίωμα.Κῆρυξ εὐτυχίας τῆς ἀληθοῦς, τοῖς ἐν ἀγνωσίᾳ, χρημάτισας ἱερουργέ, τῆς τοῦ μαρτυρίου, πλουτοποιοῦ εὐκλείας, ὦ Εὐτυχὲς ἐπέβης, ἀγωνισάμενος.