Γιορτή σήμερα:Ἦχος γ’. Θείας πίστεως.Τύπος πέφηνας, τῆς ἐγκρατείας, καὶ ἑδραίωμα, τῆς Ἐκκλησίας, Ἰσαάκιε Πατέρων ἀγλάϊσμα· ἐν ἀρεταῖς γὰρ φαιδρύνας τὸν βίον σου, Ὀρθοδοξίας τὸν λόγον ἐτράνωσας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαο ἡμῖν τὸ μέγα ἔλεος.Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.Ὡς τῶν Ὁσίων ἀκριβέστατον ὑπόδειγμα· καὶ εὐσεβείας πρακτικώτατον ἐκφάντορα· ἀνυμνοῦμέν σε οἱ δούλοι σου θεοφόρε. Ἀλλ’ ὡς χάριτος τῆς θείας καταγώγιον, ναοὺς ἔργασθαι ἡμᾶς φωτὸς τοῦ Πνεύματος, τοὺς βοῶντάς σοι, χαίροις Πάτερ Ἰσαάκιε.Χαίροις Μοναζόντων ὑπογραμμός, καὶ Μονῆς Δαλμάτων, κυβερνήτης ὁ ἀπλανής· χαίροις χαρισμάτων, ταμεῖον θεοβρύτων, Ἰσαάκιε παμμάκαρ, Ἀγγέλων σύσκηνε.
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
