Ἱλαρὸς ὢν πνεύματι σὺ Ἱλαρίων,
Ἱλαρὸς ἐν σώματι ἦς καὶ καρδίᾳ.
Βῆ δ’ ἐς ὄλυμπον Ἱλαρίωνος κέαρ ἁγνὸν ἐν ἕκτῃ.Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.Τῶν λόγων τοῦ Κυρίου τὴν χάριν γεωργήσας, ἤνθησας καθάπερ ἔλαια, παμμάκαρ Ἰλαρίων, ἐλαίω τῶν θείων ἀρετῶν, καὶ τῆς ὁμολογίας σου σοφέ, ἰλαρύνων τᾶς καρδίας καὶ τᾶς ψυχᾶς, τῶν πίστει σοὶ ἐκβοώντων δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντη, δόξα τῷ ἐνεργούντι διά σου, πάσιν ἰάματα.Ἦχος πλ δ’.Ἐν σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατ᾽ εἰκόνα· λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττων ἐδίδασκες, ὑπερορᾷν μὲν σαρκός, παρέρχεται γάρ· ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτoυ· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Ἰλαρίων τὸ πνεῦμά σου.Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.Πυρὶ προσομιλῶν, οὐδαμῶς κατεφλέχθης, Ἰλάριε σοφέ, ἀθλητὰ γενναιόφρον, τὴν δρόσον γὰρ ἐκέκτησο, τοῦ Θεοῦ ἀναψύχουσαν, ὅθεν ἤνυσας, τοὺς ὑπὲρ φύσιν ἀγώνας, ἀγαλλόμενος, μετὰ Ὁσίων θεόφρον, μεθ᾽ ὧν ἡμῶν μνήσθητι.
Το πρωτότυπο άρθρο ανήκει στο Ενωμένη Ρωμηοσύνη .
