Γιορτή σήμερα:Ἦχος δ’. Ταχὺ προκατάλαβε.Ὡς κῦρος οὐράνιον θεολογία ἡ σή, βραβεύει ἐν πνεύματι τῇ ἐκκλησίᾳ Χριστοῦ τὴν χάριν τὴν ἔνθεον· σὺ γὰρ καθυπογράψας τῆς Τριάδος τὴν δόξαν, μύστης τῆς Θεοτόκου καὶ ὑπέρμαχος ὤφθης, παρ’ ἧς λαμπρῶς ἐδοξάσθης, ἱεράρχα Κύριλλε.Ἦχος πλ.δ’.Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας Διδάσκαλε καὶ σεμνότητος, τῆς Οἰκουμένης ὁ φωστήρ, τῶν Μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα, Κύριλλε σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.Ἦχος πλ. β’. Τὴν ὑπέρ ἡμῶν.Ἄβυσσον ἡμῖν, δογμάτων θεολογίας, ἔβλυσας σαφῶς, ἐκ τῶν πηγῶν τοῦ Σωτῆρος, τὰς αἰρέσεις κατακλύζουσαν μακάριε, καὶ τὸ ποίμνιον ἀλώβητον, τρικυμίαις διασώζουσαν, τῶν περάτων καὶ γὰρ Ὅσιε, ὑπάρχεις καθηγητής, ὡς τὰ θεῖα σαφῶν.
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
