
Κέραμος, Εὐσέβιε Μάρτυς Κυρίου,
Εὐθὺς δὲ καὶ στέφανος ἐν τῇ σῇ κάρᾳ.
Εἰκάδι δευτερίῃ κεφαλὴν θλάσαν Εὐσεβίοιο.Ἦχος δ’. Ταχὺ προκατάλαβε.Σοφίας τοῦ Πνεύματος, καταυγασθεῖς τῷ φωτί, τὸν λόγον ἐτράνωσας, τῆς εὐσέβειας ἠμίν, Εὐσέβιε ἔνδοξε, σὺ γὰρ ἱεραρχήσας, εὐσεβῶς τὴ Τριάδι, ἤθλησας θεοφρόνως, καὶ τὴν πλάνην καθεῖλες. Καὶ νῦν Πάτερ δυσώπησον, σώζεσθαι ἅπαντας.Ἦχος δ’.Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξε σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ Ἱεράρχα Εὐσέβιε, πρέσβευε Χριστῷ τῷ θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΟΡΘΟΔΟΞΟΣ ΣΥΝΑΞΑΡΙΣΤΗΣ
Το πρωτότυπο άρθρο ανήκει στο Ενωμένη Ρωμηοσύνη .
