Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

26 Ιουνίου – Γιορτή σήμερα: Όσιος Δαβίδ από τη Θεσσαλονίκη – Βήμα Ορθοδοξίας

Γιορτή σήμερα:Εκεί, με τα λιοπύρια του καλοκαιριού και τις παγωνιές του χειμώνα, δουλαγωγούσε το σώμα του με άσκηση στην εγκράτεια και με προσευχή, απαγγέλλοντας στίχους του προφητάνακτος ομωνύμου του Δαβίδ:Ἦχος δ’. Ταχὺ προκατάλαβε.Ὡς φοῖνιξ ἐξήνθησας, τῶν ἀρετῶν τοὺς καρπούς, ἀσκήσας ὡς ἄσαρκος, ἀμυγδαλῆς ἐν φυτῷ, Δαβὶδ Πάτερ Ὅσιε. Ὅθεν Θεσσαλονίκη, τοὶς ὀσίοις σου πόνοις, χάριν παρὰ Κυρίου, δαψιλῆ καρπουμένη, γεραίρει ὡς μεσίτην σέ, θερμὸν πρὸς τὸν Κύριον.Ἦχος πλ. δ’.Ἐν σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατ᾽ εἰκόνα· λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττων ἐδίδασκες, ὑπερορᾷν μὲν σαρκός, παρέρχεται γάρ· ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτoυ· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Δαυῒδ τὸ πνεῦμά σου.Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.Τῇ ἀγάπῃ τοῦ Λόγου Πάτερ πτερούμενος, ἐπὶ τοῦ δένδρου διῆλθες ἀγγελικὴν βιοτήν, καὶ ἐξήνεγκας ἡμῖν καρποὺς τῆς χάριτος· ἐξ ὧν τρυφῶντες νοητῶς, ἐκβοῶμέν σοι πιστῶς, Δαβὶδ Ὁσίων ἀκρότης· μὴ διαλίπῃς πρεσβεύων, ἐλεηθῆναι τὰς ψηχὰς ἡμῶν.Ἦχος β’. Τοὺς ἀσφαλεῖς.Ὡς μιμητήν, τῶν οὐρανίων τάξεων, καὶ ἀγαθῶν, τῶν ἐπιγείων πάροικον, ἀπαξίως μακαρίζομεν, σὲ ὦ Δαβὶδ θεομακάριστε· τὸν βίον γὰρ ὡς ἄγγελος ἐτέλεσας, καὶ θείων δωρημάτων κατετρύφησας, ἐξ ὧν καὶ ἡμῖν μετάδος Ὅσιε.Ἤνεγκας ὡς κλῆμα ἐν τῇ Ἐδέμ, ἑστὼς ὑπὲρ φύσιν, ἐπὶ δένδρου πάτερ Δαβίδ, βότρυας ἡδίστους, ἠθῶν δικαιοσύνης, δι΄ὧν ἀεὶ εὐφραίνεις τοὺς σὲ γεραίροντας.Ἦχος πλ. δ’. Τὴν σοφίαν καὶ Λόγον.Ἐγκρατείᾳ τὰ πάθη τὰ τῆς σαρκός, τῇ ψυχῇ ὑποτάξας Πάτερ σοφέ, ὡράθης μακάριε, μετὰ σώματος Ἄγγελος, καλιὰν δὲ πήξας, ὡς ὄρνις εὐκέλαδος, ἐν φυτῷ εἰς ὕψος, τὸν νοῦν ἀνεπτέρωσας· ὅθεν τῶν θαυμάτων, ἐνεργείας πλουτήσας, μετῆλθες πρὸς Κύριον, ὃν ἐκ βρέφους ἐπόθησας· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.