
Γιορτή σήμερα:Ἦχος πλ. δ’.
Ἦχος γ’. Θείας πίστεως.Θεῖον ἔνδυμα, τῶν οίκτιρμῶν σου, καὶ ἱμάτιον ἀθανασίας, τὴν ἁγίαν σου Ἐσθῆτα καὶ ἄφθαρτον, τῇ κληρουχίᾳ σου Κόρη δεδώρησαι, εἰς περιποίησιν πάντων καὶ σύναψιν. Ὅθεν Ἄχραντε, τὴν θείαν αὐτῆς κατάθεσιν, τιμῶντες εὐσεβῶς σὲ μεγαλύνομεν.Ἦχος δ’. Ὁ ὑψωθείς.Περιβολὴν πᾶσι πιστοῖς ἀφθαρσίας, θεοχαρίτωτε Ἁγνὴ ἐδωρήσω, τὴν Ἱερὰν Ἐσθῆτά σου, μεθ᾽ ἧς τὸ ἱερόν, σῶμά σου ἐσκέπασας, σκέπη πάντων ἀνθρώπων, ἧς περ τὴν κατάθεσιν, ἑορτάζομεν πόθῳ, καὶ ἐκβοῶμεν φόβῳ σοι σεμνή· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.Τῆς ἀθανασίας τὸν χορηγόν, τέξασα Παρθένε, ἠθανάτισας τὸν Ἀδάμ· τοῦτο γοῦν δηλοῦσα, ἡ ἄφθαρτος Ἐσθής σου, φθορᾶς παθῶν λυτροῦται, τοὺς προσπελάζοντας.Τὴν καθαρὰν καὶ ἀληθῆ σκηνὴν τοῦ Θεοῦ Λόγου, τὴν ἔμψυχον νεφέλην, καὶ στάμνον τὴν τοῦ Μάννα, τὴν Θεοτόκον Μαριάμ, πάντες οἱ σωθέντες διὰ τοῦ τόκου αὐτῆς ἐν πίστει μακαρίσωμεν, καὶ τὴν σεπτήν, Ἐσθῆτα προσπτυξώμεθα, ᾗπερ τὸν Δεσπότην περισχοῦσα, ὡς βρέφος ἐβάστασε φορέσαντα σάρκα, δι’ ἧσπερ τῶν βροτῶν ἡ φύσις ἐπήρθη πρὸς μετάρσιον ζωὴν καὶ βασιλείαν· ὅθεν γεγηθότες, κραυγάζομεν μεγαλοφώνως· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.Οἱ τῶν θαυμάτων ποταμοὶ Θεοτόκε, ἐκ τῆς πανσέπτου σου σοροῦ προερχόμενοι, ὡς ἐξ Ἐδὲμ ποτίζουσι τὸ πρόσωπον τῆς γῆς, χάριτας προχέοντες, τοῖς πιστῶς σε τιμῶσιν· ὅθεν ἀνυμνοῦμέν σε, καὶ σεπτῶς εὐφημοῦμεν, καὶ εὐχαρίστως κράζομεν ἀεί· Χαῖρε ἡ μόνη, ἐλπὶς τῶν ὑμνούντων σε.
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
