Skip to content
Διάρκεια άρθρου: Λιγότερο από 1 λεπτό Λεπτά

28 Αυγούστου – Γιορτή σήμερα: Όσιος Μωυσής ο Αιθίοπας – Βήμα Ορθοδοξίας

Γιορτή σήμερα:Η συναναστροφή του με τους αγίους τον έκανε σιγά – σιγά να ημερεύσει.Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.Τῶν παθῶν καταλείψας Πάτερ τὴν Αἴγυπτον, τῶν ἀρετῶν ἐν τῷ ὄρει ἀνῆλθες πίστει θερμή, τὸν Σταυρὸν τὸν τοῦ Χριστοῦ ἄρας ἐπ’ ὤμων σου, καὶ δοξασθεῖς περιφανῶς τύπος ὤφθης Μοναστῶν, Μωσῆ Πατέρων ἀκρότης, μεθ’ ὧν ἀπαύστως δυσώπει ἐλεηθήναι τᾶς ψυχᾶς ἠμῶν.Ἦχος α’. Τοῦ λίθου σφαγισθέντος.Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν Μωϋσῆ· νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.Ἦχος δ’. Ἐπεφάνης σήμερον.Αἰθιόπων πρόσωπα, ἀπορραπίσας, νοητῶν ἀνέλαμψας, καθάπερ ἥλιος φαιδρός, φωταγωγῶν τᾶς ψυχᾶς ἠμῶν, τῶν σὲ τιμώντων, Μωσῆ παμμακάριστε.Ἔργοις διαλάμψας ἀσκητικοῖς, ἐχθρῶν νοουμένων, ἀπημαύρωσας τὴν ἰσχύν, καὶ τῆς ἄνω δόξης ἐδείχθης κληρονόμος, συνὼν τοῖς Ἀσωμάτοις, Μωσῆ μακάριε.Ἦχος γ’. Θείας πίστεως.Φέγγος ἄδυτον εἰσδεδεγμένος, ἀπημαύρωσας τῶν νοουμένων, Αἰθιόπων θεοφόρε τὰ πρόσωπα, καὶ τὰς αὐτῶν κακουργίας διέλυσας, ταὶς πρὸς τὸ θεῖον ἀπαύστοις σου νεύσεσι Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

‹ ›