Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Μυηθεῖς οὐρανόθεν εὐσέβειας τὴν ἔλλαμψιν, ὤφθης στρατιώτης γενναῖος, τοῦ Σωτῆρος Πολύευκτε καὶ ξίφει ἐκτμηθεῖς τὴν κεφαλήν, Μαρτύρων ἠριθμήθης τοὶς χοροίς, μεθ’ ὧν πρέσβευε θεόφρον διὰ παντός, ὑπὲρ τῶν ἐκβοώντων σοῖ, δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ διά σοῦ, πάσι τὰ κρείττονα.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ταχύ προκατάλαβε
Ὁ Μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον
Τοῦ Σωτῆρος κλίναντος ἐν Ἰορδάνῃ, κεφαλήν ἐθλάσθησαν, αἱ τῶν δρακόντων κεφαλαί, τοῦ Πολυεύκτου ἡ κάρα δέ, ἀποτμηθεῖσα τόν δόλιον ᾔσχυνε.
Κάθισμα
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ὡς καλὸς στρατιώτης Χριστοῦ τοῦ πάντων Θεοῦ, ἐν τῇ χάριτι τούτου ἐνδυναμούμενος, ὅλον μετέθηκας σαυτόν, ἐν τῇ ἀγάπῃ αὐτοῦ, διὰ Νεάρχου τοῦ πιστοῦ, συστρατιώτου σου σοφέ· διὸ νομίμως ἀθλήσας, ἀξίως ἐστεφανώθης, παρὰ Κυρίου Μάρτυς Πολύευκτε.
Ὁ Οἶκος
Ἐν Ἰορδάνῃ ποταμῷ, ὁ Κτίστης τῶν ἁπάντων, τὴν κάραν ὑποκλίνας, τὸ Βάπτισμα λαμβάνει· καὶ τῶν δρακόντων κεφαλὰς ἀοράτως συνθλάσας, ῥώμην παρέσχε τοῖς βροτοῖς κατὰ τοῦ μεγαλόφρονος, τοῦ πρὶν ἐν Παραδείσῳ πτερνίσαντος τὸν Ἀδάμ, ἐν βρώσει τῇ τοῦ ξύλου, καὶ θανάτῳ ὑποβαλόντος αὐτὸν παρ᾽ ἐλπίδα. Διὸ ὁ ἀθλητὴς νῦν Πολύευκτος, κολακείαις γυναικὸς μὴ ὑποκύψας, ἤθλησε στερρῶς, προτείνας τὴν κάραν, ἥνπερ ἀποτμηθεῖσα, τὸν δόλιον ᾔσχυνε.
Μεγαλυνάριον
Πολύευκτον χάριν ἐπιποθῶν, πολύευκτον πίστιν, προσελάβου ὡς νουνεχής· ὅθεν πολυεύκτου, τρυφῆς κατηξιώθης, Πολύευκτε τρισμάκαρ, ἀθλήσας ἄριστα.
Το πρωτότυπο άρθρο ανήκει στο Ενωμένη Ρωμηοσύνη .


