12 Αυγούστου 2025Ἦχος γ’. Θείας πίστεως.Θείας πίστεως, τὴ συμφωνία, τὴν οἰκείωσιν, τῆς συγγενείας, δι’ ἀγώνων ἱερῶν ἐλαμπρύνατε, θεομακάριστε Μάρτυς Ἀνίκητε, σὺν τῷ Φωτίῳ φωτὸς τῷ θεράποντι. Ἀλλὰ αἰτήσασθε, δοθήναι πταισμάτων ἄφεσιν, τοὶς μέλπουσιν ὑμῶν τὴν θείαν ἄθλησιν.Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.Καταβαλόντες τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, τῇ καρτερίᾳ τῶν δεινῶν ἀθλοφόροι, τὸν οὐρανὸν ᾠκήσατε γηθόμενοι, Φώτιε ἀοίδιμε, καὶ Ἀνίκητε μάκαρ· ὅθεν μακαρίζεσθε, εἰς αἰῶνας αἰῶνος, ὑπὲρ ἡμῶν πρεσβεύοντες Χριστῷ, τῶν ἐκτελούντων ὑμῶν τὰ μνημόσυνα.