Ἐξῆλθεν ἀρθείς, Ἰούδας ἐπὶ βρόχου,
Εἰσῆλθεν ἀρθείς, Ματθίας ἐπὶ ξύλου.
Ἤρθη ἀμφ’ ἐνάτῃ ξύλῳ ἠύθεος Ματθίας.Ἦχος γ’. Θείας πίστεως.Θείω Πνεύματι, κεκληρωμένος, συνεπλήρωσας, τῶν Ἀποστόλων, τὴν δωδεκάριθμον φάλαγγα ἔνδοξε, μεθ’ ὧν κηρύξας τοῦ Λόγου τὴν κένωσιν, ἐθαυμαστώθης Ματθία Ἀπόστολε. Ἀλλὰ πρέσβευε, δοθήναι τοὶς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.Ἦχος γ’.Ἀπόστολε ἅγιε Ματθία, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.Ἦχος δ΄. Ἐπεφάνης σήμερον.Φωταυγὴς ὡς ἥλιος, εἰς πάντα κόσμον, ἐξελθὼν ὁ φθόγγος σου, καταφωτίζει τῶν ἐθνῶν, τὴν Ἐκκλησίαν ἐν χάριτι, θαυματοφόρε, Ματθία Ἀπόστολε.
Το πρωτότυπο άρθρο ανήκει στο Ενωμένη Ρωμηοσύνη .

