Θνῄσκεις, ὁ πλήξας τριχίνῃ στολῇ Πάτερ,
Τὸν ἐνδύσαντα τοὺς γενάρχας φυλλίνην.
Εἰκάδι σός, Θεόδωρε, λίπ’ ὀστέα θυμὸς ἀγήνωρ.Ἦχος γ’. Θείας πίστεως.Δῶρον ἔνθεον, τῆς ἐγκρατείας, σκεῦος ἔμψυχον, τῆς ἀπαθείας, ἀνεδείχθης θεοφόρε Θεόδωρε, τὸν γὰρ Θεὸν θεραπεύσας τοὶς ἔργοις σου, τῶν παρ’ αὐτῶν δωρημάτων ἠξίωσαι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.Ἦχος πλ. δ’.Ἐν σοί Πάτερ ἀκριβῶς διεσώθη τό κατ᾽ εἰκόνα· λαβών γάρ τόν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καί πράττων ἐδίδασκες, ὑπερορᾷν μέν σαρκός, παρέρχεται γάρ· ἐπιμελεῖσθαι δέ ψυχῆς, πράγματος ἀθανάτoυ· διό καί μετά Ἀγγέλων συναγάλλεται, Ὅσιε Θεόδωρε τό πνεῦμά σου.Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.Φωτός καταστολήν, ἱερῶς ἐξυφαίνων, τριχίνῳ σεαυτόν, περιέστελλες ῥάκει, Θεόδωρε πανόσιε, Παρακλήτου κειμήλιον· ὅθεν χάριτος ὑπερφυοῦς ἠξιώθης, μύρον εὔοσμον, ἀπό τοῦ τάφου βλυστάνων, ψυχῶν καθαρτήριον.
Το πρωτότυπο άρθρο ανήκει στο Ενωμένη Ρωμηοσύνη .
