Γιορτή σήμερα:Ἦχος δ’. Ταχὺ προκατάλαβε.Ἐκ ῥίζης ἐβλάστησας, περιφανοῦς καί κλεινῆς, ἐκ πόλεως ἤνθησας, βασιλικῆς καί λαμπρᾶς, Ἀλέξιε πάνσοφε· πάντων δ᾽ ὑπερφρονήσας, ὡς φθαρτῶν καί ῥεόντων, ἔσπευσας συναφθῆναι, τῷ Χριστῷ καί Δεσπότῃ. Αὐτόν οὖν ἐκδυσώπει ἀεί, ὑπέρ τῶν ψυχῶν ἡμῶν.Ἦχος δ’. Ἐπεφάνης σήμερον.Ἀλεξίου σήμερον τοῦ πανολβίου, ἑορτήν τήν πάνσεπτον, ἐπιτελοῦντες εὐσεβῶς, αὐτόν ὑμνήσωμεν λέγοντες· χαίροις Ὁσίων τερπνόν ἐγκαλλώπισμα.Κλῆσιν τὴν οὐράνιον ἐσχηκώς, μόνος ἐν Ἁγίοις, Θεοῦ ἄνθρωπος θαυμαστός, Ἀλέξιε σὺ ὤφθης, τῷ ἰσαγγέλῳ βίῳ· διὸ τῆς τῶν Ἀγγέλων, χαρᾶς ἠξίωσαι.Τὶς τὰς σεπτάς σου ἀρετὰς ἀξίως εὐφημήσει, καὶ ἱκανῶς ὑμνήσει, Ἀλέξιε θεόφρον, τὴν σωφροσύνην, τὴν ὑπομονήν, τὴν πραότητα, τὴν ἐγκράτειαν, τὸν ἀκατάπαυστον ὕμνον, τὴν ἄκραν σκληραγωγίαν, καὶ ἄμετρον ταπείνωσιν, δι’ ὧν Ἀγγέλοις ἐφάμιλλος γενόμενος. Πρεσβεύεις ἀεὶ ὑπὲρ τοῦ κόσμου παντός· διὸ ἀκούεις Ὅσιε, νῦν παρὰ πάντων Πιστῶν. Χαίροις Ὁσίων τερπνὸν ἐγκαλλώπισμα.Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.Τοὺς ἱδρῶτας καὶ πόνους τους σοὺς Σοφέ, νοερῶς θεωροῦντες πάντες πιστοί, πάσης κατανύξεως τὰς ψυχὰς ἐμπιπλάμεθα, καὶ πρὸς θείους ὕμνους καὶ δόξαν καὶ αἴνεσιν, τοῦ Δεσπότου τῶν ὅλων, παμμάκαρ Ἀλέξιε, πόθῳ ἐγκαρδίῳ, ἑαυτοὺς συγκινοῦμεν, ᾠδαῖς σε γεραίροντες, καὶ πιστῶς ἐκβοῶντές σοι, ὡς Κυρίου θεράποντι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
