Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

18 Μαρτίου – Γιορτή σήμερα: Άγιος Κύριλλος Αρχιεπίσκοπος Ιεροσολύμων

Γιορτή σήμερα:Ἦχος δ’.Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξε σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ Ἱεράρχα Κύριλλε, πρέσβευε Χριστῷ τῷ θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.Ἦχος γ’. Τὴν ὡραιότητα.Στολὴν τὴν ἔνθεον, ἀμφιεσάμενος, στῦλος ὁλόφωτος, ὤφθης τῆς πίστεως, τῶν Ἀποστόλων ἐν Σιῶν τὴν χάριν κεκληρωμένος, ὅθεν ἐνδιέπρεψας, εὐσέβειας τοὶς δόγμασι, καὶ πιστῶς ἐσκόρπισας, τῆς σοφίας τὸ τάλαντον. Καὶ νῦν ὑπὲρ ἠμῶν ἐκδυσώπει, Κύριλλε Πάτερ Ἱεράρχα.Ἦχος γ’. Ἡ Παρθένος σήμερον.Φερωνύμος γέγονε, τῇ τοῦ Χριστοῦ Ἐκκλησία, ὁ φωσφόρος λόγος σου, κῦρος οὐράνιον Πάτερ· γνῶσιν γάρ τῆς ἀληθείας Πάτερ διδάσκων, ἔλλαμψιν, ἠθῶν ὁσίων καθυπογράφεις, καί παθῶν βραβεύεις λύσιν, τῇ σῇ πρεσβείᾳ, θεόφρον Κύριλλε.Ἦχος πλ. δ’. Τὴν σοφίαν.Τὴν σοφίαν τοῦ λόγου πεπλουτηκώς, ἐξηρεύξω δογμάτων ῥεῖθρα ζωῆς, καὶ πᾶσαν κατήρδευσας, εὐσεβούντων διάνοιαν, καὶ βακτηρίᾳ θείᾳ ποιμάνας τὸ ποίμνιον, ἐπὶ χλόην θείας, ἐξέθρεψας γνώσεως· ὅθεν ὡς Ποιμένα, καὶ διδάσκαλον μέγαν, καὶ πίστεως πρόμαχον, εὐφημοῦμέν σε Κυριλλε, Ἱεράρχα κραυγάζοντες· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.