
Ἀπολυτίκιον
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ἀνατεθεὶς ἀπὸ παιδὸς τῷ Κυρίῳ, ἀγγελικῶς ἐπολιτεύσω ἐν κόσμῳ, καὶ τῶν θαυμάτων εἴληφας τὴν χάριν ἐκ Θεοῦ· ὅθεν ἐχρημάτισας, μοναζόντων ἀλείπτης, Τίτε παμμακάριστε, καὶ σοφὸς οἰκονόμος. Ἀλλὰ μὴ παύσῃ Πάτερ ἐκτενῶς, ὑπὲρ τοῦ κόσμου Χριστὸν ἱλεούμενος.
Μεγαλυνάριον
Χαίροις τῶν Πατέρων ὑπογραμμός, καί τῶν μοναζόντων, προμηθέστατος ὁδηγός· χαίροις εὐσεβείας, ἑδραίωμα καί στῦλος, θαυματοφόρε Τίτε Τριάδος τέμενος.
Το πρωτότυπο άρθρο ανήκει στο Ορθόδοξος Τύπος .


