Γιορτή σήμερα:Ἦχος α’. Τῆς ἐρήμου πολίτης.Ἱερέων ἀκρότης, εὐσεβείας διδάσκαλος καὶ θαυματουργὸς ἀνεδείχθης, ἱεράρχα πανόλβιε· ἠθῶν γὰρ οὐρανίων τῷ φωτί, τοῦ Πνεύματος πλουτήσας τὴν ἰσχύν, θεραπεύεις τοὺς νοσοῦντας καὶ τὰς ψυχάς, Λέων, τῶν προσιόντων σοι. Δόξα τῷ σὲ δοξάσαντι, δόξα, τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.Ἦχος δ’.Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξε σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ Ἱεράρχα Λέων, πρέσβευε Χριστῷ τῷ θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.Ἦχος β’. Τήν ἐν πρεσβείαις.Τόν ἀπό βρέφους Κυρίῳ ἀνατεθέντα, καί ἐκ σπαργάνων τήν χάριν ἀνειληφότα, πάντες τοῖς ᾄσμασι στεφανώσωμεν, Λέοντα τόν φωστῆρα τῆς Ἐκκλησίας καί πρόμαχον· αὐτῆς γάρ ὑπάρχει τὸ στήριγμα.Τράνωσόν μου τὴν γλῶσσαν Χριστέ μου, καὶ παράσχου μοι λόγον, ὁ τῶν λόγων δοτήρ, καὶ παροχεὺς τῆς ζωῆς ἡμῶν, ἵνα ἰσχύσω ἐγκωμιάσαι τοῦ σοφοῦ Ἱεράρχου τόν βίον ὅλον, ὃν ἐν τῇ γῇ διαπύρῳ ἀγάπῃ ἐτέλεσε, καὶ εἴληφεν οὐρανόθεν τῶν ἀπείρων θαυμάτων τὸ πέλαγος, καὶ τῶν δογμάτων τὴν δύναμιν, δι’ ὧν τὴν Ἐκκλησίαν κατηύγασεν· αὐτῆς γὰρ ὑπάρχει τὸ στήριγμα.Ἦχος γ’. Θείας πίστεως.Μέγας ἥλιος τῇ οἰκουμένῃ, ἀνατέταλκας τῶν ἀρετῶν σου, ἀναλάμψει καὶ θαυμάτων λαμπρότητι, φωταγωγήσας Πιστῶν τὰ συστήματα, καὶ ἀφανίσας παθῶν ἀμαυρότητα· Λέον Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος.
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
