Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

29 Μαρτίου – Γιορτή σήμερα: Άγιος Μάρκος και οι συν αυτώ Μαρτυρήσαντες

Γιορτή σήμερα:Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.Ἀρεθουσίων ὁ σοφὸς Ποιμενάρχης, ὑπὲρ Χριστοῦ Μᾶρκε στερρῶς ἠνωνίσω, ἐν τὴ Φοινίκη δὲ ὢ Κύριλλε Διάκονε, Μάρτυς ὤφθης ἔνθεος, καὶ ἐν Γάζῃ τὴ πόλει, ἅμα καὶ Ἀσκάλωνι, Ἱερεῖς θεοφόροι, μετὰ Γυναίων ἤθλησον σεμνῶν, οὖς ὡς ὀπλίτας, Χριστοῦ μακαρίσωμεν.Ἦχος πλ. δ’. Τὸ προσταχθὲν.Δι’ ἐγκρατείας τῶν παθῶν τᾶς πυριφλέκτους, ἀπονεκρώσαντες ὁρμᾷς καὶ τᾶς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες ἔλαβον τὴν χάριν, τᾶς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες καὶ μετὰ τέλος θαυματουργείν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζoυσιν ἰάματα, Δόξα τῷ μόνῳ Θεῶ ἠμῶν.Ἦχος δ΄. Ταχὺ προκατάλαβε.Ποιμὴν ἱερώτατος Ἀρεθουσίων ὀφθείς, ἐνθέως ἐποίμανας, τὴν Ἐκκλησίαν Χριστοῦ, καὶ χαίρων ἐνήθλησας, Μᾶρκε Ἱερομάρτυς, τοῦ Σωτῆρος θεράπων, ᾧπερ ἀκαταπαύστως, μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ τῶν ἐκτελούντων τὴν πάντιμον μνήμην σου.Ἦχος β΄. Τὰ ἄνω ζητῶν.Τῷ θείῳ φωτί, τὸν νοῦν σου λαμπρυνόμενος, φωστὴρ φαεινός, καὶ Ἱεράρχης Ὅσιος, ὦ Μᾶρκε ἐχρημάτισας, τῆς Χριστοῦ Ἐκκλησίας καὶ ἤθλησας, ὑπὲρ αὐτῆς ἀνδρείᾳ ψυχῆς, ἡμῖν τὸν Σωτῆρα ἱλεούμενος.Ἦχος γ’. Ἡ Παρθένος σήμερον.Τὸν Χριστὸν δοξάσαντες, ἀθλητικαῖς ἀριστείαις, Μᾶρκε Πάτερ Ὅσιε, σὺν τῷ Λευΐτῃ Κυρίλλῳ, ἅμα δέ, ταῖς ἐν Ἀσκάλωνι καὶ τῇ Γάζῃ, χάριτι, ἀνδρισαμέναις κατὰ τῆς πλάνης, ἐδοξάσθητε ἀξίως, καὶ τῶν Ἀγγέλων χοροῖς συνήφθητε.Χαίροις Ἱεράρχα Μᾶρκε σοφέ, τῶν Ἀρεθουσίων ποιμενάρχης ὁ ἱερός, χαίροις τῶν Μαρτύρων, ὁμότροπος ἐν ἄθλοις, καὶ πρέσβυς καὶ μεσίτης ἡμῶν πρὸς Κύριον.Τῶν Ἀρεθουσίων χαῖρε ποιμήν, Μᾶρκε θεηγόρε· χαῖρε Κύριλλε ἱερέ· χαῖρε τῶν Ἁγίων, Γυναίων ἡ χορεία, Μαρτύρων χαῖρε στῖφος, τὸ ἱερώτατον.Ἀνατεθεὶς ὀλικῶς τῷ Κυρίῳ, τῶν ἐν κόσμῳ τερπνῶν κατεφρόνησας, καὶ καθάρας σαὐτὸν θείαις πράξεσιν, ἐπιπνοίας τῆς θείας κειμήλιον, καὶ ὄργανον χωρητικόν, τῆς ἐνεργείας τοῦ Θεοῦ, ἐγένου Μᾶρκε Ὅσιε, καὶ τὴν θείαν στολὴν κληρωσάμενος, ἀρχιερεὺς θεοφόρος ἐδείχθης, μεσιτεύων Πλάστῃ καὶ πλάσματι, ἐν τῷ προσφέρειν Αὐτῷ, τὰς μυστικὰς προσφοράς, πόνων δὲ μαρτυρικῶν ὑπελθὼν τὸν ἀγῶνα, τὴν τῶν εἰδώλων πλάνην κατήσχυνας, καὶ ὑπὲρ Χριστοῦ ἤθλησας στεῤῥότατα, ἡμῖν τὸν Σωτῆρα ἱλεούμενος.Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.Τὴν ζωὴν κατευθύνων θεοπρεπῶς, Ἱεράρχης ἐδείχθης θεοειδής, καὶ πόνοις ἀθλήσεως, ἀνενδότως ὡμίλησας, καὶ ἔδειξας τοῖς πᾶσι, τὴν χάριν τῆς πίστεως, ἐκλάμπουσιν ἐν ἄθλοις, και πάντας ἐκπλήττουσαν, ὅθεν διπλοῦν στέφος, ἐκ χειρὸς τοῦ Κυρίου, ἐδέξω λαμπρότατα, ἐπαξίως τῶν πόνων, Πάτερ Μᾶρκε θεόσοφε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.