Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

30 Ιανουαρίου – Γιορτή σήμερα: ΑΓΙΟΙ ΤΡΕΙΣ ΙΕΡΑΡΧΕΣ

Γιορτή σήμερα:Ἦχος α’.Τούς τρεῖς μεγίστους φωστῆρας τῆς Τρισηλίου θεότητος, τούς τήν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας, τούς μελιῤῥύτους ποταμούς τῆς σοφίας, τούς τήν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας, Βασίλειον τόν μέγαν, καί τόν Θεολόγον Γρηγόριον, σύν τῷ κλεινῷ Ἰωάννη, τῷ τήν γλῶτταν χρυσοῤῥήμονι, πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν· αὐτοί γάρ τῇ Τριάδι, ὑπέρ ὑμῶν ἀεί πρεσβεύουσιν.Ἦχος β’. Τούς ἀσφαλεῖς.Τούς Ἱερούς καί θεοφθόγγους Κήρυκας, τήν κορυφήν τῶν Διδασκάλων Κύριε, προσελάβου εἰς ἀπόλαυσιν τῶν ἀγαθῶν σου καί ἀνάπαυσιν· τούς πόνους γάρ ἐκείνων καί τόν κάματον, ἐδέξω ὑπέρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος δοξάζων τούς Ἁγίους σου.Ρήτορες σοφίας θεοειδεῖς, στῦλοι Ἐκκλησίας, οὐρανίων μυσταγωγοί, Βασίλειε πάτερ, Γρηγόριε θεόφρον, καὶ θεῖε Ἰωάννη, κόσμῳ ἐδείχθητε.Τὶς ἱκανὸς τὰ χείλη διᾶραι, καὶ κινῆσαι τὴν γλῶσσαν πρὸς τοὺς πνέοντας πῦρ, δυνάμει Λόγου καὶ Πνεύματος; ὅμως τοσοῦτον εἰπεῖν θαρρήσω, ὅτι πᾶσαν παρῆλθον τὴν ἀνθρωπίνην φύσιν οἱ τρεῖς, τοῖς πολλοῖς καὶ μεγάλοις χαρίσμασι, καὶ ἐν πράξει καὶ θεωρίᾳ, τοὺς κατ᾿ ἄμφω λαμπροὺς ὑπεράραντες· διὸ μεγίστων δωρεῶν τούτους ἠξίωσας, ὡς πιστούς σου θεράποντας, ὁ μόνος δοξάζων τούς Ἁγίους σου.Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.Τοὺς μεγάλους φωστῆρας τοὺς φεραυγεῖς, Ἐκκλησίας τοὺς πύργους τοὺς ἀρραγεῖς, συμφώνως αἰνέσωμεν, οἱ τῶν καλῶν ἀπολαύοντες, καὶ τῶν λόγων τούτων, ὁμοῦ καὶ τῆς χάριτος· τὸν σοφὸν Χρυσορρήμονα, καὶ τὸν μέγαν Βασίλειον, σὺν τῷ Γρηγορίῳ, τῷ λαμπρῷ θεολόγῳ· πρὸς οὓς καὶ βοήσωμεν, ἐκ καρδίας κραυγάζοντες· Ἱεράρχαι τρισμέγιστοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην ὑμῶν.


Το πρωτότυπο άρθρο https://www.vimaorthodoxias.gr/vioi-agion/30-ianoyarioy-giorti-simera-agioi-treis-ierarches-5/ ανήκει στο ΒΗΜΑ ΟΡΘΟΔΟΞΙΑΣ News .