Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

4 Μαρτίου – Γιορτή σήμερα: Όσιος Γεράσιμος ο Ιορδανίτης

Γιορτή σήμερα:Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.Τῆς ἐρήμου πολίτης καί ἐν σώματι ἄγγελος, καί θαυματουργός ἀνεδείχθης, θεοφόρε Πατήρ ἡμῶν Γεράσιμε· νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τούς νοσοῦντας, καί τάς ψυχάς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σέ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σοῦ πᾶσιν ἰάματα.Ἦχος α’. Τῆς ἐρήμου πολίτης.Τῆς ἐρήμου οἰκήτωρ, Ἀσκητῶν ἀκροθίνιον, καὶ ἀγγελικῆς πολιτείας ἀναδέδειξαι ἔσοπτρον, τοῦ Πνεύματος τὴ αἴγλη λαμπρυνθεῖς, Γεράσιμε Ὅσιων καλλονὴ διὰ τοῦτο θεραπεύεις διαπαντός, τοὺς πίστει ἐκβοώντας σοι, δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πάσιν ἰάματα.Ἦχος δ’. Ταχὺ προκατάλαβε.Χριστώ εκ νεότητος, ακολούθησας πιστώς, ζωήν την ισάγγελον, επολιτεύσω σαφώς. Γεράσιμε Όσιε. συ γαρ εν Ιορδάνου, διέλαμψας τη χώρα, θήρα καθυποτάσσεις, τη στερρά σου ασκήσει. Χριστός γαρ ον εδόξασας, λαμπρος σε εθαυμάστωσε.Ἦχος δ’. Ἐπεφάνης σήμερον.Ὡς ἀστήρ οὐράνιος ἐξανατείλας, ἱερῶς ἐφαίδρυνας, τῶν ἀρετῶν σου τῷ φωτί, τοῦ Ἰορδάνου τήν ἔρημον, Ὅσιε Πάτερ, θεόφρον Γεράσιμε.Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.Τὴν κλίμακα τῶν θείων ἀρετῶν διανύσας, πρὸς νοητῆς θεωρίας ἀνελήλυθας ὕψος, καὶ θείων μυστηρίων τοῦ Χριστοῦ, ἐμφάσεις ὑπεδέξω καθαράς, διὰ τοῦτο, θεοφόρε, σὲ εὐσεβῶς τιμῶμεν καὶ βοῶμεν· Δόξα τῷ ἐνισχύσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.