Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

5 Φεβρουαρίου – Γιορτή σήμερα: Αγία Αγάθη

Γιορτή σήμερα:Ἦχος γ’. Θείας πίστεως.Ῥόδον εὔοσμον τῆς παρθενίας, νύμφη ἄφθορος τοῦ Ζωοδότου, ἀνεδέδειξαι Ἀγαθὴ πανεύφημε· τῶν ἀγαθῶν τὴν πηγὴν γὰρ ποθήσασα, μαρτυρικῶς ἐν τῷ κόσμῳ διέπρεψας· μάρτυς ἔνδοξε, λιταῖς σου θείαις ἀγάθυνον τοὺς πόθῳ μεγαλύνοντας τοὺς ἄθλους σου.Ἦχος δ’. Ἐπεφάνης σήμερον.Στολιζέσθω σήμερον, ἡ Ἐκκλησία, πορφυρίδα ἔνδοξον, καταβαφεῖσαν ἐξ ἁγνῶν, ῥύθρων Ἀγάθης τῆς Μάρτυρος· Χαῖρε, βοῶσα, Κατάνης τό καύχημα.Ἦχος γ’. Θείας πίστεως.Κλέος πίστεως καὶ εὐσεβείας, ὁσιότητος καὶ παρθενίας, προθυμίᾳ κοσμουμένη ἀθλήσεως, ἀνηγορεύθη, Ἀγάθη Νοῦς ὅσιος, αὐτοπροαίρετος, ὄντως τιμὴ εἰς Θεόν, πατρίδος λύτρωσις, Χριστῷ νυμφικῶς πρεσβεύουσα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.