Γιορτή σήμερα:Ἦχος πλ. α’.Τά θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον ἡμῖν δωρησάμενος, Χριστέ ὁ Θεός. Ταῖς αὐτῶν ἰκεσίαις βουλάς ἐθνῶν διασκέδασον, τῆς βασιλείας τά σκηπτρα κραταίωσον, ὡς μόνος ἀγαθός καί φιλάνθρωπος.Ἦχος δ’. Ταχὺ προκατάλαβε.Ἐπτάριθμος σύλλογος, Ἱεραρχῶν ἱερῶν, ἀγώσιν ἀθλήσεως, τὴν Ἐκκλησίαν Χριστοῦ, ἐνθέως ἐφαίδρυναν, Εὐγένιος Βασιλεὺς τε, σὺν Ἐφραὶμ Αἰθερίω, Ἐλπίδιος καὶ Καπίτων, Ἀγαθόδωρος ἅμα. Αὐτῶν Χριστὲ ἰκεσίαις, πάντας ἐλέησαν.Ἦχος πλ. δ’. Ὡς ἀπαρχάς τῆς φύσεως.Ὥσπερ ἀστέρες ἄδυτοι, τῆς νοητῆς ἐλλάμψεως, τούς ἐν νυκτί τῆς ἀπάτης καθεύδοντας, υἱούς φωτός ἐδείξατε, Εὐγένιε καί Καπίτων, Ἀγαθόδωρε Βασιλεῦ καί Αἰθέριε, Ἐφραίμ σύν Ἐλπιδίῳ, ἀθλήσαντες ὡς ἀήττητοι.Ἦχος γ’. Τὴν Ὡραιότητα.Μύρῳ τῆς χάριτος ἱερατεύσαντες, ποιμένες ὤφθητε λαοῦ θεόφρονος, καὶ ὡς ἀρνία καθαρά, τυθέντες προσηνέχθητε, Λόγῳ Ἀρχιποίμενι, τῷ τυθέντι ὡς πρόβατον, Μάρτυρες Πανεύφημοι, καὶ φωστῆρες παγκόσμιοι· διὸ πανηγυρίζομεν πάντες, πόθῳ τὴν θείαν μνήμην ὑμῶν.
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
