Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

14 Μαΐου – Γιορτή σήμερα: Άγιος Ισίδωρος που Μαρτύρησε στη Χίο

Γιορτή σήμερα:Ἦχος δ’.Ὁ Μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.Ὡς στρατευθεὶς τῷ Βασιλεῖ τῶν αἰώνων, τῶν ἐπιγείων τὴν στρατείαν ἀπώσω, καὶ εὐθαρςῶς ἐκήρυξας Χριστὸν τὸν Θεὸν· ὅθεν τὸν ἀγῶνά σου, τὸν καλὸν ἐκτελέσας, Μάρτυς θεοδόξαστος, τοῦ Σωτῆρος ἐδείχθης· ὃν ἐκδυσώπει σώζεσθαι ἡμᾶς, τοὺς σὲ τιμῶντας, παμμάκαρ Ἰσίδωρε.Ἦχος δ’. Ἐπεφάνης σήμερον.Κυβερνήτης μέγιστος τῇ οἰκουμένῃ σὺ ἐφάνης ἅγιε, ταῖς πρὸς Θεόν σου προσευχαῖς· διὸ ὑμνοῦμέν σε σήμερον, Μάρτυς θεόφρον, Ἰσίδωρε ἔνδοξε.Ξίφει ἐκτμηθείς σου τὴν κεφαλήν, ἔτεμες τῆς πλάνης, Ἀθλοφόρε τὰς μηχανάς, καὶ Χριστῷ ἡνώθεις, τῇ κεφαλῇ τῶν ὅλων, ὡς κοινωνὸς τοῦ πάθους, τούτου Ἰσίδωρε.Ἦχος γ’. Τὴν ὡραιότητα.Ἀγωνισάμενος, κατὰ τοῦ ὄφεως, ἔστησας τρόπαιον, Μάρτυς Ἰσίδωρε· ἐκ τῆς Αἰγύπτου γὰρ φωστήρ, αὐγάζων τὴν ὑφήλιον, πᾶσιν ἐξανέτειλας, τὰς κινήσεις ποιούμενος, πρὸς τὸν ἀνατείλαντα, ἐκ Παρθένου θεόπαιδος, δι’ ὃν σφαγιασθεὶς ἀθλοφόρε, θῦμα εὐῶδες γεγένησαι.