Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

Άγιος Νικηφόρος

Άγιος Νικηφόρος

Άγιος ΝικηφόροςΤμηθέντα γνώθι πρακτικὸν Νικηφόρον.
Φασγάνω αμφ’ ενάτῃ Νικηφόρε, δειροτομήθης.O Άγιος Νικηφόρος έζησε στα χρόνια των αυτοκρατόρων Βαλεριανού (253 – 259 μ.Χ.) και Γαληνού (259 – 268 μ.Χ.), και συνδεόταν στενά με κάποιον ιερέα ονόματι Σαπρίκιο, ο οποίος έτρεφε μεγάλο μίσος κατά του Νικηφόρου γιατί πίστευσε στα λόγια κάποιου συκοφάντη. O Νικηφόρος ζητούσε επανειλημμένα από τον ιερέα να του πει τον λόγο και να τον συγχωρέσει, όμως μάταια.Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὁ Μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀγάπη τοῦ Κτίσαντος, καταυγασθεῖς τὴν ψυχήν, τοῦ νόμου τῆς χάριτος, ἐκπληρωτῆς ἀκριβής, ἐμφρόνως γεγένησαι, ὅθεν καὶ τὸν πλησίον, ὡς σαυτὸν ἀγαπήσας, ἤθλησας Νικηφόρε, καὶ τὸν ὄφιν καθεῖλες, ἐντεῦθεν ἐν ὁμονοίᾳ, ἠμᾶς διατήρησαν.Ἦχος α’. Χορός Ἀγγελικός.
Ἀγάπης τῷ δεσμῷ, συνδεθείς Νικηφόρε, διέλυσας τρανῶς, τήν κακίαν τοῦ μίσους· καί ξίφει τήν κάραν σου, ἐκτμηθείς ἐχρημάτισας, Μάρτυς ἔνθεος, τοῦ σαρκωθέντος Σωτῆρος· ὃν ἱκέτευε, ὑπέρ ἡμῶν τῶν ὑμνούντων, τήν ἔνδοξον μνήμην σου.Ἦχος γ’. Ἡ παρθένος σήμερον.
Πτερωθεὶς Ἀοίδιμε, τῇ τοῦ Κυρίου ἀγάπῃ, καὶ τὸν τούτου ἔνδοξε, Σταυρὸν ἐπ’ ὤμων βαστάσας, ᾔσχυνας τοῦ διαβόλου τὰς μεθοδείας, ἤθλησας μέχρι θανάτου καὶ ἀληθείας· διὰ τοῦτο ἀνεδείχθης, ὁπλίτης μύστης, Θεοῦ τῆς Χάριτος.Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐντολῶν τοῦ Κυρίου ἐκπληρωτής, πεφηνὼς κατηλλάγης τῷ δυσμενεῖ, πρὸς σὲ τὴν διάνοιαν, τὴν αὐτοῦ Μάρτυς ἔχοντι, καὶ τὴν διὰ ξίφους, τελείωσιν εἴληφας, ἀντ’ ἐκείνου Μάκαρ, Θεοῦ σε καλέσαντος· ὅθεν νικηφόρον, φερωνύμως δειχθέντα, αὐτὸς ἐστεφάνωσεν, ὡς Δεσπότης ἀξίως σε, Ἀθλοφόρε, ἀήττητε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Τὴν τοῦ Παύλου σαφῶς διδασκαλίαν ἐπόθησας, καὶ τοῖς στέρνοις τοῖς σοῖς Ἔνδοξε κατεφύτευσας, βοῶν· Ἡ ἀγάπη οὐκ ἀσχημονεῖ, αὕτη τὸν Κτίστην ἄνθρωπον τέλειον ἡμῖν ἐχαρίσατο, δι’ ἀγάπην πάντα ὑπέμεινεν, ἥλους καὶ σταυρόν, ὄξος καὶ ἐμπτύσματα, λόγχῃ ἐπάγη πλευρὰν ἁγίαν, δι’ ἧς ἀνέβλυσεν ἡμῖν αἷμα καὶ ὕδωρ θεουργόν, ὃν ποθήσας, ἐφάνης νικηφόρος, ὡς καὶ τῇ κλήσει, ὁπλίτης, μύστης Θεοῦ τῆς χάριτος.

Άγιος Νικηφόρος

Πηγή: saint.gr

Το πρωτότυπο άρθρο http://www.diakonima.gr/2026/02/09/agios-nikiforos/ ανήκει στο Διακόνημα .