Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

10 Ιουνίου – Γιορτή σήμερα: Άγιοι Αλέξανδρος και Αντωνίνα

Γιορτή σήμερα:Ἦχος α’. Τῆς ἐρήμου πολίτης.Ξυνωρὶς ἡ ἁγία τῶν Μαρτύρων ὑμνείσθω μοί, σὺν τῷ εὐκλεεῖ Ἀλεξάνδρω, Ἀντωνίνα ἡ πάνσεμνος· ἀγάπη γὰρ καὶ πίστει εὐσεβεῖ, ἐκλάμψαντες ἐν ἄθλοις ἱεροίς, ἰαμάτων ἐφαπλούσι μαρμαρυγᾶς, τοὶς ποθῶ ἀνακράζουσα δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι δι’ ὑμῶν, πάσιν ἰάματαἮχος δ’. Ταχὺ προκατάλαβε.Οἱ Μάρτυρες σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, τὸ στέφος ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον· ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.Ἦχος δ’. Ἐπεφάνης σήμερον.Τῶν Μαρτύρων ἔλαμψεν, ἡ ἀξιέπαινος μνήμη, ἦν πιστοί τελέσωμεν, καὶ ἀνυμνήσωμεν πιστῶς, ἐν ἐπὶ γνώσει κραυγάζοντες, Σὺ τῶν Μαρτύρων, Χριστὲ τὸ κραταίωμα.Ἦχς β’. Τοὺς ἀσφαλεῖς.Τοὺς ἐν Χριστῷ, πνευματικοὺς ὁμαίμονας, καὶ ἐν ὁδοῖς, τῆς εὐσεβείας σύμφρονας, τὸν θεόφρονα Ἀλέξανδρον, σὺν Ἀντωνίνῃ μακαρίσωμεν· τοὺς ἄθλους γὰρ ἐκείνων καὶ τὰ στίγματα, ὡς μύρον εὐωδίας προσεδέξατο, ὁ τούτους δοξάσας ὡς ηὐδόκησε.Χαίροις ὦ Ἀλέξανδρε Ἀθλητά· χαίροις Ἀντωνίνα, νύμφη ἄμωμε τοῦ Χριστοῦ· γνώμῃ γὰρ τελείᾳ, ἐχθροῦ τὰς μεθοδείας, ἀθλητικῇ δυνάμει, κατηδαφίσατε.Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.Δυὰς ἡ θαυμαστή, τῶν σεπτῶν Ἀθλοφόρων, ἐνέγκασα στερρῶς, τὴν πυρὰν τῶν βασάνων, ἐν δόξῃ παρίσταται, τῇ Τριάδι πρεσβεύουσα, χάριν ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων, τοῖς τὴν ἔνδοξον, αὐτῆς γεραίρουσι μνήμην, δοθῆναι ἐν πνεύματι.