Γιορτή σήμερα:Βασικός συνεργάτης του Αποστόλου Παύλου ο Βαρνάβας, κήρυξε το Ευαγγέλιο του Χρίστου στην Ιερουσαλήμ, στη Ρώμη, στην Αλεξάνδρεια και στη γενέτειρά του Κύπρο.Ἦχος γ’. Θείας πίστεως.Θεία ὄργανα, τοῦ Παρακλήτου, καὶ ἐκφάντορες, τοῦ Θεοῦ Λόγου, ἀνεδείχθητε θεόπται Ἀπόστολοι, Βαρθολομαῖε τῶν Δώδεκα σύσκηνε, καὶ Βαρνάβα ὡς υἱὸς παρακλήσεως. Ἀλλὰ αἰτήσασθε, Χριστὸν τὸν Θεὸν πανεύφημοι, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.Ἦχος γ’.Ἀπόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.Ἦχος δ’. Ἐπεφάνης σήμερον.Ὤφθης μέγας ἤλιος τῇ οἰκουμένῃ, διδαγμάτων λάμψεσι, καὶ θαυμασίων φοβερῶν, φωταγωγῶν τοὺς τιμώντάς σε, Βαρθολομαῖε Κυρίου Ἀπόστολε.Ὑμνήσωμεν πάντες χαρμονικῶς, τὸν τῆς Ἐκκλησίας, πρωτεργάτην καὶ ἀθλητήν, Βαρνάβαν τὸν θεῖον, ἀπόστολον τὸν μέγαν, χριστιανῶν τὸ κλέος ᾄσμασι στέφοντες.Χαίροις Ἀποστόλων ἡ καλλονή, μύστα τοῦ Κυρίου, καὶ Ἀπόστολε ἱερέ· χαίροις θεηγόρε, σοφὲ Βαρθολομαῖε, ἡμῶν πρὸς τὸν Δεσπότην, μεσίτης ἔνθεος.Ἐμυήθης τοῦ Λόγου μαθητά, τοὺς λόγους τοὺς ἁγίους, καὶ τοὺς πάλαι ἀλογίᾳ δεινῶς καθυπαχθέντας τέκνα εἰργάσω τοῦ φωτός. Ἥπλωσας εἰς βάθη ἀγνωσίας τὰ σεπτὰ καὶ ἱερά σου δίκτυα, καὶ ἔλαβες τὰ ἔθνη ὑπήκοα, τὰς κεχερσωμένας ἀπάτῃ διανοίας ἐνέωσας τῷ θείῳ ἀρότρῳ. Ἐξήρανας τὸν φλογμὸν τῆς πολυθεΐας, δροσισμῷ σου τῆς φαιδρᾶς θεηγορίας υἱοὺς Θεοῦ, τοὺς πρὶν ὀργῆς τέκνα ἐργασάμενος, Βαρθολομαῖε Κυρίου Ἀπόστολε.Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.Ὡς οὐρανὸς περικαλὴς διηγήσω, Βαρθολομαῖε ἐπὶ γῆς θείαν δόξαν, τῆς τοῦ Θεοῦ σαρκώσεως πανεύφημε, φαίνων ὥσπερ ἥλιος, τὰς ἐν ζόφῳ καρδίας, λύων τὴν σκοτόμαιναν, τῶν κακίστων δαιμόνων, ἀλλὰ εὐχαῖς σου φώτισον ἡμᾶς, σοῦ τὴν φωσφόρον τελοῦντας πανήγυριν.
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
