
Γιορτή σήμερα:Ἦχος γ’. θείας πίστεως.Ῥώμην ἔνθεον διεζωσμένος, ἐθριάμβευσας ἐν τοῖς ἀγῶσιν, ἀθλοφόρε τοῦ Σωτῆρος Λεόντιε· σὺ γὰρ ὡς λέων πρὸς ἄθλησιν ὥρμησας καὶ πολεμίων τὸ κράτος κατέβαλες. Μάρτυς ἔνδοξε Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρίσασθαι ἡμῖν τὸ μέγα ἔλεος.Ἦχος γ’. Ἡ Παρθένος σήμερον.Τῶν τυράννων ᾔσχυνας, τὰς πονηρὰς ἐπινοίας, καὶ Ἑλλήνων ᾔλεγξας, το ἀθέατον σέβας, ἔλαμψας, θεογνωσίαν πᾶσιν ἀνθρώποις, δόγμασι, τῆς εὐσεβείας, θεόφρον Μάρτυς· διὰ τοῦτό σου τὴν μνήμην, τιμῶμεν πόθῳ, σοφὲ Λεόντιε.
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
