Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

19 Φεβρουαρίου – Γιορτή σήμερα: Αγία Φιλοθέη η Αθηναία

Γιορτή σήμερα:Ἦχος δ’. Ταχὺ προκατάλαβε.Ὅσιων τὴν ἔλλαμψιν, εἰσδεδεγμένη σεμνή, τὴν πάλιν ἐφαίδρυνας, τῶν Ἀθηναίων τὴ σῆ, ἀσκήσει καὶ χάριτι, σὺ γὰρ ἐν εὐποιίαις, διαλάμπουσα Μῆτερ, ἤθλησας δι’ ἀγάπην, εὐσεβῶς τοῦ πλησίον διὸ σὲ ὢ Φιλοθέη, Χριστὸς ἐδόξασε.Ἀθηνῶν τῶν κλεινῶν τε νῦν καὶ πάλαι τὸ βλάστημα καὶ τῶν χθὲς καὶ πρώην ὁσίων τὸ ἀρίζηλον καύχημα τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί, ὁσίαν Φιλοθέην εὐλαβῶς ὅτι τὸν Χριστὸν εὐτόνως πάντων τῶν γεηρῶν ἀντήλλαξεν. Ἔχουσα οὗν συμπρεσβευτὴν τὸν παμμέγαν Διονύσιον, σῶζε τοὺς προσκυνούντας, εὐσεβῶς τὸ πάνσεπτον σκῆνος σου.Ἀθηναίων ἡ πόλις ἡ περιώνυμος Φιλοθέην τιμᾷ τὴν ὁσιομάρτυρα καὶ ἀσπάζεται αὐτῆς τὸ θεῖον λείψανον, ὅτι ἐβίωσε σεμνῶς καὶ μετήλλαξε τὸ ζῆν ἀθλήσει καὶ μαρτυρίῳ, καὶ πρεσβεύει πρὸς τὸν Σωτῆρα, διδόναι πᾶσι τὸ θεῖον ἔλεος.