Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

22 Φεβρουαρίου – Γιορτή σήμερα: Μνήμη των εν τοις Ευγενίου ευρεθέντων Μαρτύρων

Γιορτή σήμερα:Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.Ὡς ῥόδα νοητὰ καὶ χαρίτων ταμεῖα ἐφάνησαν ἐκ γῆς τὰ σεπτά. Ὕμνων σκηνή, πανένδοξοι μάρτυρες, Ἐκκλησίας ἑδραίωμα διαπνέοντα, τῶν ἰαμάτων τὴν χάριν καὶ παρέχοντα ὀσμὴν ζωῆς τοῖς ἐκ πόθου ὑμᾶς μακαρίζουσι.Ἦχος δ’. Ἐπεφάνης σήμερον.Ἐκ τῆς γῆς ἐκλάμψαντες, φωστῆρος δίκην, ἀσεβείας ἅπασαν, ἀπεμειώσατε ἀχλύν, καί τούς πιστούς ἐφωτίσατε, Μάρτυρες θεῖοι, Τριάδος ὑπέρμαχοι.Ὡς ῥόδα μέσον ἀκανθῶν τὰ λείψανα, ἀνθοῦντα ὀσμήν ὀρθοδοξίας πηγάζετε ἐν κόσμῳ, Μάρτυρες ἔνδοξοι σεπτοί, κόσμου τὰ ὡραῖα ἀρνησάμενοι καλῶς, βασάνους ὑπεμείνατε, Βασιλεῖς ἀνομοῦντας ἠλέγξατε, τὸν Βασιλέα καὶ Δεσπότην τῶν ἁπάντων κηρύξαντες μετὰ παρρησίας· διὰ τοῦτο οὐρανοῦ τὰ κάλλη ὁρώντες, ἐκτενῶς ὑπὲρ ἡμῶν τήν ἱκεσίαν τῷ Βασιλεῖ τῶν αἰώνων προσάγετε, τῶν τελούντων ὑμῶν τὰ μνημόσυνα, Μάρτυρες θεῖοι, Τριάδος ὑπέρμαχοι.